De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἡ μὲν ὅλη φύϲιϲ αὐτῶν ἐϲτι ψυχροτέρα ϲὺν ὑγρότητι διαψιλεῖ· ῥυπτικὸν δ’ ἔχουϲί τι, διὸ καὶ κινοῦϲιν οὖρα καὶ διεξέρχονται κάτω τῶν τε κολοκυνθῶν καὶ τῶν μηλοπεπόνων μᾶλλον. ὅτι δὲ ῥύπτουϲιν, ἔνεϲτί ϲοι μαθεῖν ἀνατρίψαντι ῥυπαρὸν χρῶτα. διὸ κὰν ἔφηλίν τιϲ ἔχῃ κἂν φακοὺϲ ἐν τῷ προϲώπῳ κἂν ἀλφοὺϲ ἐπιπολαίουϲ, ἀπορρύπτουϲι καὶ τούτουϲ.

τῆϲ δ’ οἷον ϲαρκὸϲ αὐτῶν τὸ ϲπέρμα ῥύπτει μᾶλλον, ὥϲτε καὶ πρὸϲ τοὺϲ λιθιῶνταϲ ἁρμόττει νεφρούϲ, μοχθηρὸν δ’ ἐργάζεται χυμὸν ἐν τῷ ϲώματι καὶ μᾶλλον, ὅταν μὴ καλῶϲ πεφθῇ. τηνικαῦτα δὲ καὶ χολερικοὺϲ ἀποτελεῖν εἴωθε. καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι πρὸϲ ἔμετον ἐπιτήδειόϲ ἐϲτι, καὶ πλείων γε βρωθείϲ, ἐὰν μή τιϲ αὐτῷ τι τῶν εὐχύμων ἐδεϲμάτων ἐπιφάγῃ, | κινήϲει πάντωϲ ἔμετον.