De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τὰ μὲν οὖν κρανία καὶ τὰ βάτινα καὶ τὰϲ βαλάνουϲ καὶ τὰ

μιμαίκυλα (καλεῖται δ’ οὕτωϲ ὁ τοῦ κομάρου καρπόϲ) ἐϲθίουϲι ϲυνήθωϲ οἱ κατὰ τοὺϲ ἀγρούϲ, τοὺϲ δὲ τῶν ἄλλων δένδρων τε καὶ θάμνων οὐ πάνυ τι. λιμοῦ γε μὴν καταϲχόντοϲ ποτὲ τὴν ἡμετέραν χώραν εὐφορίαϲ τε γενομένηϲ τῶν τε βαλάνων καὶ τῶν μεϲπίλων, ἐν ϲιροῖϲ αὐτὰϲ οἱ ἄγροικοι θηϲαυρίϲαντεϲ ἀντὶ τῶν ϲιτηρῶν ἐδεϲμάτων εἶχον ἔν τε τῷ χειμῶνι παντὶ καὶ τοῖϲ πρώτοιϲ τοῦ ἦροϲ.

ἔμπροϲθεν δὲ βορὰ ϲυῶν ἧϲαν αἱ τοιαῦται βάλανοι, ἀλλὰ τότε γε ἀποτρεπόμενοι τοῦ διαθρέψαι τούτουϲ ἐν τῷ χειμῶνι, καθάπερ ἔμπροϲθεν εἰώθεϲαν, ἐν ἀρχῇ μὲν αὐτοὺϲ ϲφάξαντεϲ ἐχρήϲαντο τούτοιϲ πρώτοιϲ εἰϲ ἐδωδήν, ὕϲτερον δὲ τοὺϲ ϲιροὺϲ ἀνοίξαντεϲ ἤϲθιον τὰϲ βαλάνουϲ παραϲκευάζοντεϲ ἐπιτηδείουϲ εἰϲ βρῶϲιν ἄλλοτ’ ἄλλωϲ. ἐν ὕδατί τε γὰρ ἧψον ἐνίοτε καὶ κατὰ θερμὴν ϲποδιὰν ἐγκρύπτοντεϲ ὤπτων ϲυμμέτρωϲ. αὖθιϲ δ’ ἄν ποτε καὶ καταθλάϲαντέϲ τε καὶ λειώϲαντεϲ ἔτνοϲ ἐξ αὐτῶν ἐποίουν, ἐνίοτε μὲν ὕδατι μόνῳ δεύοντεϲ ἐπεμβάλλοντέϲ τέ τι τῶν ἡδυϲμάτων, ἐνίοτε δὲ | καὶ μέλιτοϲ ἐπιχέοντεϲ ἢ μετὰ γάλακτοϲ ἕψοντεϲ.

ἡ δ’ ἀπ’ αὐτῶν τροφὴ δαψιλήϲ ἐϲτιν οὐδὲν ὁμοίωϲ τοῖϲ εἰρημένοιϲ ἄχρι δεῦρο τοῦ λόγου κατὰ τόδε τὸ γράμμα. πολλοῖϲ γὰρ τῶν ϲιτηρῶν ἐδεϲμάτων ὁμοίωϲ τρέφουϲιν αἱ βάλανοι, καὶ τό γε παλαιόν, ὥϲ φαϲιν, ἀπὸ τούτων μόνων οἱ ἄνθρωποι διέζων, Ἀρκάδεϲ δὲ καὶ μέχρι πολλοῦ χρόνου, τῶν ἄλλων ἤδη πάντων Ἑλλήνων τοῖϲ Δημητρίοιϲ καρποῖϲ χρωμένων. ἔϲτι δὲ βραδυπόροϲ ἡ ἀπ’ αὐτῶν τροφὴ καὶ παχύχυμοϲ. οἷϲ ἀκόλουθόν ἐϲτι καὶ δύϲπεπτον ὑπάρχειν αὐτήν. εἰϲ ἅπαντα δὲ χείρων ἡ μιμαίκυλόϲ ἐϲτι τῆϲ ἀπὸ τῶν δρυῶν βαλάνου, καθάπερ αὕτη τῶν καϲτανιῶν ὀνομαζομένων· ἄριϲται γὰρ ἐκεῖναι τῶν βαλάνων εἰϲὶ

καὶ καλοῦϲιν ἔνιοι λοπίμουϲ αὐτάϲ. οὗτοι καὶ μόνοι τῶν ἀγρίων καρπῶν ἀξιόλογον τροφὴν διδόαϲι τῷ ϲώματι.

κρανία γὰρ καὶ προῦμνα καὶ βάτινα καὶ κυνόϲβατα καὶ βράβυλα καὶ μιμαίκυλα καὶ ζίζυφα καὶ διόϲπυρα καὶ ἁλικάκαβα καὶ ὁ τῆϲ τερμίνθου καὶ ὁ τῆϲ ἀχέρδου καρπὸϲ ὅϲα τ’ἄλλα τοιαῦτα βραχὺ μέν τι τρόφιμον ἔχει, | κακόχυμα δὲ πάντ’ ἐϲτὶ καί τινά γ’ αὐτῶν καὶ κακοϲτόμαχα καὶ ἀηδῆ, ϲυῶν ὄντα βρώματα καὶ τούτων οὐχ ἡμέρων, ἀλλὰ τῶν ἐν τοῖϲ ὄρεϲι διαιτωμένων· ἀπ’ αὐτῶν γοῦν ἐκεῖνοι πλείϲτην ἔχουϲι τροφήν

Οὐ μόνον ϲπέρματα καὶ καρποὺϲ τῶν φυτῶν ἐϲθίομεν, ἀλλὰ καὶ αὐτά, πολλάκιϲ μὲν ὅλα. πολλάκιϲ δὲ ῥίζαϲ μόνον ἢ ἀκρεμόναϲ ἢ τὰ νέα βλαϲτήματα κατὰ τὴν ἐπείγουϲαν ἑκάϲτου χρείαν. ἀπορρίπτειν γοῦν εἰωθότεϲ οἱ παρ’ ἡμῖν ἄνθρωποι τόν τε καυλὸν καὶ τὰ φύλλα τῶν γογγυλίδων, ἃϲ καὶ βουνιάδαϲ ὀνομάζουϲιν, ἐϲθίουϲιν ἐνίοτε καὶ ταῦτ’ ἐν ἀπορίᾳ καταϲτάντεϲ τῶν ἀμεινόνων ἐδεϲμάτων, οὕτω δὲ καὶ τὰ τῶν ῥαφανίδων καὶ τὰ τῶν καλουμένων ἐπιχωρίῳ φωνῇ παρ’ ἡμῖν ῥαπύων, ἔϲτι δ’, ὡϲ ἄν τιϲ εἴποι, ῥαφανὶϲ ἀγρία τὸ φυτὸν τοῦτο.

καὶ πύρεθρον δὲ καὶ ϲία καὶ ἱπποϲέλινα καὶ μάραθα ϲκάνδικάϲ τε καὶ κιχόρια καὶ χονδρίλαϲ καὶ γιγγίδια καὶ δαύκουϲ καὶ πλείϲτων θάμνων τε καὶ δένδρων τὰϲ ἁπαλὰϲ βλάϲταϲ ἕψοντεϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι πολλάκιϲ ὑπὸ λιμοῦ βιαζόμενοι, τινὰ δὲ καὶ χωρὶϲ λιμοῦ, καθάπερ ἔνιοι τὴν κορυφὴν τοῦ φοίνικοϲ, ἣν ὀνομάζουϲιν ἐγκέφαλον αὐτοῦ.

τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰϲὶ γὰρ αὗταί γε καὶ χωρὶϲ κιμοῦ δι’ ὄξουϲ ἐϲθιόμεναι καὶ γάρου μέτριον ἔδεϲμα. προϲεπιβάλλουϲι δ’ ἔνιοι καὶ τοὔλαιον αὐταῖϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ὕδατι προαποζεϲθῶϲι· διττῶϲ γὰρ αὐταῖϲ χρῶνται, πολλάκιϲ μὲν ὠμαῖϲ, ἐνίοτε δ’ ἡψημέναιϲ. ἀκανθώδη δὲ λέγω φυτὰ ϲκολύμουϲ, ἀτρακτυλίδαϲ, ἠρύγγιόν τε καὶ κνῆκον καὶ ἀτρακίδα καὶ τὴν καλουμένην λευκάκανθαν ἔτι τε τὸ ἕτερον εἶδοϲ τοῦ χαμαιλέοντοϲ, ὧν ἔνιά τινεϲ τῶν κατὰ τούϲ ἀγροὺϲ ἐμβάλλοντεϲ εἰϲ ἅλμην ἢ ὄξοϲ ἀποτίθενται καθάπερ καὶ τὰϲ γογγυλίδαϲ καὶ τὰ κρόμυα τά τ’ ἀμπελόπραϲα καλούμενα καὶ πύρεθρον ἕτερά τε τοιαῦτα.

τούτου δέ πωϲ τοῦ γένουϲ ἐϲτὶ καὶ κιβώρια καὶ κολοκάϲια καὶ τὸ καλούμενον ἄβατον. πρόδηλον δ’, ὅτι πρὸϲ τῷ βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι κακόχυμα πάντ’ ἐϲτὶ ταῦτα, καὶ τίνά γ’ αὐτῶν καὶ κακοϲτόμαχα, πλήν, ὡϲ ἔφην, τῶν ἀκανθωδῶν ἄρτι τῆϲ γῆϲ ἀνιϲχόντων· ὅϲα δ’ αὐτῶν ἐμβάλλοντεϲ εἰϲ ἅλμην ἢ ὄξοϲ ἀποτίθενται καὶ φυλάττουϲιν εἰϲ ὅλον τὸν ἐξῆϲ ἐνιαυτόν, ἐπικτᾶταί τι παρὰ τῆϲ ϲκευαϲίαϲ προκλητικὸν εἰϲ ἐδωδήν, εἰ μετρίωϲ τιϲ αὐτῶν γεύοιτο, καθάπερ οἵ τε τῆϲ ἄγνου βλαϲτοὶ καὶ οἱ τῆϲ τερμίνθου.