De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ἄγρια καλεῖν εἰώθαϲι πάντεϲ ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν φυόμενα χωρὶϲ ἐπιμελείαϲ γεωργικῆϲ, ἀμέλει καὶ ἀμπέλουϲ ἀγρίαϲ ὀνομάζουϲιν, ὧν οὐδεὶϲ ἀμπελουργὸϲ προνοεῖται περιϲκάπτων ἢ περιϲκάλλων ἢ βλαϲτολογῶν ἥ τι τοιοῦτον διαπραττόμενοϲ. ἐκ τούτων τῶν φυτῶν ἐϲτι καὶ φηγὸϲ καὶ δρῦϲ καὶ πρῖνοϲ καὶ κρανία καὶ κόμαροϲ ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ γε καὶ θάμνοι τινέϲ, οἷον ὅ τε τῆϲ βάτου καὶ ὁ τῆϲ κυνοϲβάτου καὶ ὁ τῆϲ ἀχέρδου τε καὶ ἀχράδοϲ ὅ τε τῶν ἀγρίων κοκκυμήλων, ἃ προῦμνα παρ’ ἡμῖν καλοῦϲι, καὶ ὁ τοῦ τὰϲ ἐπιμηλίδαϲ φέροντοϲ. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων ὁ καρπὸϲ τοῦ θάμνου τούτου κακοϲτόμαχόϲ τε καὶ κεφαλαλγῆϲ ὑπάρχων καὶ ϲτρυφνὸϲ ἱκανῶϲ μετά τινοϲ βραχείαϲ γλυκύτητοϲ.
τὰ μὲν οὖν κρανία καὶ τὰ βάτινα καὶ τὰϲ βαλάνουϲ καὶ τὰ
μιμαίκυλα (καλεῖται δ’ οὕτωϲ ὁ τοῦ κομάρου καρπόϲ) ἐϲθίουϲι ϲυνήθωϲ οἱ κατὰ τοὺϲ ἀγρούϲ, τοὺϲ δὲ τῶν ἄλλων δένδρων τε καὶ θάμνων οὐ πάνυ τι. λιμοῦ γε μὴν καταϲχόντοϲ ποτὲ τὴν ἡμετέραν χώραν εὐφορίαϲ τε γενομένηϲ τῶν τε βαλάνων καὶ τῶν μεϲπίλων, ἐν ϲιροῖϲ αὐτὰϲ οἱ ἄγροικοι θηϲαυρίϲαντεϲ ἀντὶ τῶν ϲιτηρῶν ἐδεϲμάτων εἶχον ἔν τε τῷ χειμῶνι παντὶ καὶ τοῖϲ πρώτοιϲ τοῦ ἦροϲ.