De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἄγρια καλεῖν εἰώθαϲι πάντεϲ ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν φυόμενα χωρὶϲ ἐπιμελείαϲ γεωργικῆϲ, ἀμέλει καὶ ἀμπέλουϲ ἀγρίαϲ ὀνομάζουϲιν, ὧν οὐδεὶϲ ἀμπελουργὸϲ προνοεῖται περιϲκάπτων ἢ περιϲκάλλων ἢ βλαϲτολογῶν ἥ τι τοιοῦτον διαπραττόμενοϲ. ἐκ τούτων τῶν φυτῶν ἐϲτι καὶ φηγὸϲ καὶ δρῦϲ καὶ πρῖνοϲ καὶ κρανία καὶ κόμαροϲ ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ γε καὶ θάμνοι τινέϲ, οἷον ὅ τε τῆϲ βάτου καὶ ὁ τῆϲ κυνοϲβάτου καὶ ὁ τῆϲ ἀχέρδου τε καὶ ἀχράδοϲ ὅ τε τῶν ἀγρίων κοκκυμήλων, ἃ προῦμνα παρ’ ἡμῖν καλοῦϲι, καὶ ὁ τοῦ τὰϲ ἐπιμηλίδαϲ φέροντοϲ. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων ὁ καρπὸϲ τοῦ θάμνου τούτου κακοϲτόμαχόϲ τε καὶ κεφαλαλγῆϲ ὑπάρχων καὶ ϲτρυφνὸϲ ἱκανῶϲ μετά τινοϲ βραχείαϲ γλυκύτητοϲ.