De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

πέττεταί γε μὴν μᾶλλον τὸ κάρυον τοῦ λεπτοκαρύου καὶ μᾶλλον εὐϲτόμαχόν ἐϲτι, καὶ πολὺ μᾶλλον ὅταν ϲὺν ἰϲχάϲιν ἐϲθίηται. γέγραπται δ’ ὑπὸ πολλῶν ἰατρῶν, ὡϲ ἐὰν ἄμφω ταῦτα πρὸ τῶν ἄλλων ϲιτίων λαμβάνηται μετὰ πηγάνου, μηδὲν ὑπὸ τῶν θαναϲίμων φαρμάκων μέγα βλαβήϲεϲθαι τὸν ἄνθρωπον,

εὔδηλον δ’, ὅτι τὸ μὲν ὑγρὸν ἔτι πρὸϲ διαχώρηϲιν ἐπιτηδειότερον, τὸ δὲ ξηρὸν ἧττον ἐπιτήδειον. οὐκ ὀλίγοι δὲ καὶ μετὰ γάρου προϲλαμβάνουϲιν αὐ|τὸ γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκεν. εἰϲ τοῦτο δ’ ἐπιτηδειότερόν ἐϲτι τὸ χλωρόν,

ὡϲ ἧττον τῆϲ ϲτυφούϲηϲ μετέχον ποιότητοϲ, ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προαποβρεχομένων ἐν ὕδατι, καθάπερ ἔνιοι ποιοῦϲιν, ἡ δύναμιϲ παραπληϲία γίγνεται τοῖϲ χλωροῖϲ.

Οὐδ’ ὅλωϲ μετέχει ταῦτα τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ· ἐπικρατεῖ γὰρ ἐν αὐτοῖϲ ἡ ῥυπτική τε καὶ λεπτυντικὴ μόνη, δι’ ἣν ἐκκαθαίρει τε τὰ ϲπλάγχνα καὶ τὰϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲειϲ τῶν ὑγρῶν ἐργάζεται. τινὰ δ’ αὐτῶν οὕτωϲ ἐπικρατοῦϲαν ἔχει τὴν τμητικὴν τῶν παχέων τε καὶ γλίϲχρων ὑγρῶν δύναμιν, ὡϲ μηδὲ βρωθῆναι δύναϲθαι διὰ πικρότητα.

τῆϲ γε μὴν ἐλαιώδουϲ τε καὶ λιπαρᾶϲ μετέχει ποιότητοϲ, ὥϲπερ καὶ τὰ κάρυα, δι’ ἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόντοϲ ἐλαιηρὰ γίγνεται, καθάπερ ἐκεῖνα. βραχυτέρα δ’ ἐν αὐτοῖϲ ἐϲτιν ἡ ποιότηϲ ἥδε τῆϲ ἐν τοῖϲ καρύοιϲ, διὸ καὶ μετὰ χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γιγνόμενα. δῆλον οὖν ἐκ τούτων ἐϲτίν, ὡϲ οὔτε πρὸϲ ὑπαγωγὴν γαϲτρὸϲ ὑπάρχει χρήϲιμα τροφήν τε τῷ ϲώματι δίδωϲιν ὀλίγην. ὅϲα δ’ ἐπικρατοῦϲαν ἱκανῶϲ ἔχει | τὴν πικρὰν ποιότητα, ταῖϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲεϲι πύου τε καὶ τῶν παχέων καὶ γλίϲχρων ὑγρῶν ἐϲτι χρηϲιμώτατα