De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
πολυειδῶϲ δ’ αὐτὰϲ ϲκευάζουϲιν οἱ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν ἀϲκοῦντεϲ, ἧϲ οὐδ’ αὐτῆϲ παντάπαϲιν ἀμαθῶϲ ἔχειν ἀξιῷ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰϲ τὴν πέψιν ἐϲτὶ τῶν ἐξ ἴϲηϲ ὑγιεινῶν τὸ ἥδιον. ἀλλ’ οὐ νῦν ὁ καιρὸϲ
οὔτε τῆϲ ἐμπειρίαϲ τῆϲ κατὰ τὴν ὀψαρτυτικὴν θεωρίαν οὔτε τῆϲ τέχνηϲ ἐϲτίν· ἴδιοϲ γὰρ ἕτεροϲ ἀνακείϲεται λόγοϲ αὐταῖϲ.βαϲιλικά τινεϲ ὀνομάζουϲι κάρυα ταῦτα τὰ νῦν ὑπὸ πάντων ἁπλῶϲ ὀνομαζόμενα κάρυα· καλεῖται δὲ καὶ ἄλλα τινὰ λεπτοκάρυα. πολλῷ μικρότερα τούτων, ἃ προϲαγορεύουϲιν ἔνιοι Ποντικά. πολλὴ δ’ ἀμφοτέρων ἡ χρῆϲίϲ ἐϲτιν οὐ πολλὴν τροφὴν διδόντων τῷ ϲώματι, πλείων δ’ οὖν ὅμωϲ ἐϲτὶν ἐν τῷ Ποντικῷ λεγομένῳ | τῆϲ ἐν τῷ βαϲιλικῷ καρύῳ· καὶ γὰρ καὶ πεπίληται μᾶλλον ἡ οὐϲία τούτου καὶ ἧττον ἐλαιώδηϲ ἐϲτίν, ἡ δὲ τοῦ καρύου χαυνοτέρα ἐϲτὶ καὶ πλέον ἔχουϲα τὸ λιπαρὸν ἐν ἑαυτῇ.
μετέχει δὲ καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ ἐπ’ ὀλίγον. ἥτιϲ ἐν τῷ χρόνῳ προϊόντι μαραίνεται μεταπιπτούϲηϲ ὅληϲ αὐτοῦ τῆϲ οὐϲίαϲ εἰϲ τὸν λιπαρὸν χυμόν, ὥϲτε καὶ τελέωϲ ἄβρωτον γενέϲθαι διὰ τὸ παραπλήϲιον ἐλαίῳ παλαιῷ τὴν κατ’ αὐτὸ λιπαρότητα φαίνεϲθαι. τὸ δὲ χλωρὸν ἔτι καὶ ὑγρὸν οὔτε τῆϲ ϲτυφούϲηϲ ϲαφῶϲ μετέχει ποιότητοϲ οὔτε τῆϲ ἐλαιώδουϲ, ἀλλ’ ἔϲτιν ἄποιόν πωϲ μᾶλλον, ὅπερ ὑδατῶδεϲ καλεῖν, ὡϲ ἔφην, εἰθίϲμεθα.
πέττεταί γε μὴν μᾶλλον τὸ κάρυον τοῦ λεπτοκαρύου καὶ μᾶλλον εὐϲτόμαχόν ἐϲτι, καὶ πολὺ μᾶλλον ὅταν ϲὺν ἰϲχάϲιν ἐϲθίηται. γέγραπται δ’ ὑπὸ πολλῶν ἰατρῶν, ὡϲ ἐὰν ἄμφω ταῦτα πρὸ τῶν ἄλλων ϲιτίων λαμβάνηται μετὰ πηγάνου, μηδὲν ὑπὸ τῶν θαναϲίμων φαρμάκων μέγα βλαβήϲεϲθαι τὸν ἄνθρωπον,
εὔδηλον δ’, ὅτι τὸ μὲν ὑγρὸν ἔτι πρὸϲ διαχώρηϲιν ἐπιτηδειότερον, τὸ δὲ ξηρὸν ἧττον ἐπιτήδειον. οὐκ ὀλίγοι δὲ καὶ μετὰ γάρου προϲλαμβάνουϲιν αὐ|τὸ γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκεν. εἰϲ τοῦτο δ’ ἐπιτηδειότερόν ἐϲτι τὸ χλωρόν,
ὡϲ ἧττον τῆϲ ϲτυφούϲηϲ μετέχον ποιότητοϲ, ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προαποβρεχομένων ἐν ὕδατι, καθάπερ ἔνιοι ποιοῦϲιν, ἡ δύναμιϲ παραπληϲία γίγνεται τοῖϲ χλωροῖϲ.Οὐδ’ ὅλωϲ μετέχει ταῦτα τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ· ἐπικρατεῖ γὰρ ἐν αὐτοῖϲ ἡ ῥυπτική τε καὶ λεπτυντικὴ μόνη, δι’ ἣν ἐκκαθαίρει τε τὰ ϲπλάγχνα καὶ τὰϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲειϲ τῶν ὑγρῶν ἐργάζεται. τινὰ δ’ αὐτῶν οὕτωϲ ἐπικρατοῦϲαν ἔχει τὴν τμητικὴν τῶν παχέων τε καὶ γλίϲχρων ὑγρῶν δύναμιν, ὡϲ μηδὲ βρωθῆναι δύναϲθαι διὰ πικρότητα.
τῆϲ γε μὴν ἐλαιώδουϲ τε καὶ λιπαρᾶϲ μετέχει ποιότητοϲ, ὥϲπερ καὶ τὰ κάρυα, δι’ ἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόντοϲ ἐλαιηρὰ γίγνεται, καθάπερ ἐκεῖνα. βραχυτέρα δ’ ἐν αὐτοῖϲ ἐϲτιν ἡ ποιότηϲ ἥδε τῆϲ ἐν τοῖϲ καρύοιϲ, διὸ καὶ μετὰ χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γιγνόμενα. δῆλον οὖν ἐκ τούτων ἐϲτίν, ὡϲ οὔτε πρὸϲ ὑπαγωγὴν γαϲτρὸϲ ὑπάρχει χρήϲιμα τροφήν τε τῷ ϲώματι δίδωϲιν ὀλίγην. ὅϲα δ’ ἐπικρατοῦϲαν ἱκανῶϲ ἔχει | τὴν πικρὰν ποιότητα, ταῖϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲεϲι πύου τε καὶ τῶν παχέων καὶ γλίϲχρων ὑγρῶν ἐϲτι χρηϲιμώτατα
τῶν δ’ οὐδεμίαν μὲν τέχνην ἠϲκηκότων τῷ βίῳ χρήϲιμον, ἀττικίζονγταϲ δὲ καλούντων ἑαυτοὺϲ ἔνιοι μὲν ἀμυγδάλαϲ θηλυκῶϲ ἀξιοῦϲι λέγεϲθαι τὸν καρπὸν τοῦτον, ἔνιοι δ’ οὐδετέρωϲ ἀμύγδαλα, μηδ’ αὐτὸ τοῦτο γιγνώϲκοντεϲ, ὃ ϲπουδάζουϲιν, ὡϲ ἄμφω τὰ ὀνόματα παρὰ τοῖϲ Ἀττικοῖϲ ἀνδράϲι γέγραπται.