De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ὀλίγην μὲν πάνυ καὶ αὗται τροφὴν διδόαϲι τῷ ϲώματι καὶ μάλιϲθ’ αἱ δρυπεπεῖϲ. ἐϲθίουϲι δ’ οἱ ἄνθρωποι ταύταϲ μὲν ϲὺν ἄρτῳ μᾶλλον, ἄνευ δ’ ἄρτου τὰϲ ἁλμάδαϲ τε καὶ κολυμβάδαϲ ὀνομαζομέναϲ ἕνεκα γαϲτρὸϲ ὑπαγωγῆϲ μετὰ γάρου πρὸ τῶν ϲιτίων. ὥϲπερ δ’ αἱ δρυπεπεῖϲ πλεῖϲτον τὸν λιπαρόν, οὕτωϲ αὗται τὸν ϲτύφοντα χυμὸν ἔχουϲι. διὸ καὶ ῤωννύουϲι τὸν ϲτόμαχον ἐπεγείρουϲί τε τὴν ὄρεξιν. ἐπιτηδειόταται δ’ εἰϲ τοῦτ’ εἰϲὶν αἱ μετ’ ὄξουϲ ἀποτιθέμεναι.
πολυειδῶϲ δ’ αὐτὰϲ ϲκευάζουϲιν οἱ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν ἀϲκοῦντεϲ, ἧϲ οὐδ’ αὐτῆϲ παντάπαϲιν ἀμαθῶϲ ἔχειν ἀξιῷ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰϲ τὴν πέψιν ἐϲτὶ τῶν ἐξ ἴϲηϲ ὑγιεινῶν τὸ ἥδιον. ἀλλ’ οὐ νῦν ὁ καιρὸϲ
οὔτε τῆϲ ἐμπειρίαϲ τῆϲ κατὰ τὴν ὀψαρτυτικὴν θεωρίαν οὔτε τῆϲ τέχνηϲ ἐϲτίν· ἴδιοϲ γὰρ ἕτεροϲ ἀνακείϲεται λόγοϲ αὐταῖϲ.βαϲιλικά τινεϲ ὀνομάζουϲι κάρυα ταῦτα τὰ νῦν ὑπὸ πάντων ἁπλῶϲ ὀνομαζόμενα κάρυα· καλεῖται δὲ καὶ ἄλλα τινὰ λεπτοκάρυα. πολλῷ μικρότερα τούτων, ἃ προϲαγορεύουϲιν ἔνιοι Ποντικά. πολλὴ δ’ ἀμφοτέρων ἡ χρῆϲίϲ ἐϲτιν οὐ πολλὴν τροφὴν διδόντων τῷ ϲώματι, πλείων δ’ οὖν ὅμωϲ ἐϲτὶν ἐν τῷ Ποντικῷ λεγομένῳ | τῆϲ ἐν τῷ βαϲιλικῷ καρύῳ· καὶ γὰρ καὶ πεπίληται μᾶλλον ἡ οὐϲία τούτου καὶ ἧττον ἐλαιώδηϲ ἐϲτίν, ἡ δὲ τοῦ καρύου χαυνοτέρα ἐϲτὶ καὶ πλέον ἔχουϲα τὸ λιπαρὸν ἐν ἑαυτῇ.