De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
θεαϲάμενοϲ οὖν ἐγὼ ταῦτα ϲυνεθέμην τῷ φίλῳ κατὰ τὴν ὑϲτεραίαν ἐμοὶ πάλιν ἐπιτρέψαι τὰ κατὰ τὴν δίαιταν. ἑτοίμωϲ δὲ πειϲθέντι πρώταϲ ἁπάντων ἔδωκα μετὰ τὸ βαλανεῖον ἀπίουϲ φαγεῖν, εἶτα τἄλλα ἐφεξῆϲ, ὡϲ εἰώθει. καὶ τούτων οὕτω γεγενημένων, οὐχ ὅπωϲ ἀξιολόγωϲ, ἁλλ’ οὐδὲ μετρίωϲ ἀπέκρινεν ἡ γαϲτήρ. ἐθαύμαϲέ τ’ οὖν εἰκότωϲ τὸ γιγνόμενον ἤρετό τέ με τὴν αἰτίαν αὐτοῦ· κἀγὼ διῆλθον αὐτῷ ταυτὶ τὰ νῦν εἰρηϲόμενα.
τοῦ γάρου γάρ, ἔφην, ϲὺν τοῖϲ ἅμ’ αὐτῷ ληφθεῖϲιν ὑπάγειν πεφυ
κότοϲ τὴν γαϲτέρα καὶ τοῦτ’ ἤδη προειργαϲμένου, τὰ ϲτύφοντα τελευταῖα ληφθέντα, καὶ μάλιϲτα τοῖϲ ἀτόνοιϲ τὸν ϲτόμαχον, αἴτια γίγνεται τῆϲ | ὑπαγωγῆϲ, ῥωννύντα τε τὴν γαϲτέρα καὶ προτρέποντα διωθεῖϲθαι κάτω τὰ περιεχόμενα κατ’ αὐτήν. μᾶλλον δ’ ἄν, ἔφην, πειϲθείηϲ τοῦτο, λαβὼν ἐπὶ τῆϲ ὑϲτεραίαϲ ἁπάντων μὲν πρῶτα τὰ ϲτύφοντα, δεύτερα δ’ ἐπ’ αὐτοῖϲ τὰ κρεώδη καὶ πάντων τελευταῖα τὰ δι’ ἐλαίου τε καὶ γάρου προϲφερόμενα.