De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἐπιτήδεια δ’ εἰϲ τὴν τοιάνδε χρείαν ἐϲτὶ τὰ ϲτρυφνά· ϲυμμετρίαν γὰρ ἔχει τῆϲ ϲτύψεωϲ, ὡϲ εἶπον ἄρτι παραϲκευαϲθέντα, τῶν μετρίωϲ αὐϲτηρῶν ἅπαϲαν | ἀποτιθεμένων τὴν ϲτῦψιν ἐν τῇ τοιαύτῃ παραϲκευῇ καὶ διὰ τοῦτο παραπληϲίων γιγνομένων τοῖϲ ἐξ ἀρχῆϲ ὑδατώδεϲιν.
Ἐπειδή τινων ἤκουϲα λεγόντων ὑπέρχεϲθαι τὴν κοιλίαν αὐτοῖϲ ἐπὶ τῇ τῶν ϲτυφόντων ἐδωδῇ, βέλτιον ἐνόμιϲα καὶ περὶ τούτου διελθεῖν
ἐπὶ πλέον ἅπαξ ἐν τῷδε τά τε διὰ τοῦ λόγου καὶ τῆϲ πείραϲ ἡμῖν ἐγνωϲμένα πολλάκιϲ.ἐπειδή τινοϲ Πρώτου ῥήτοροϲ, ἡμετέρου πολίτου, λέγοντοϲ ἤκουϲα ἐπὶ τῇ τῶν αὐϲτηρῶν ἀπίων τε καὶ μήλων ἐδωδῇ λαπάττεϲθαι τὴν κοιλίαν, ἐνενόηϲα τὸ γιγνόμενον ἐπήγαγόν τε τὴν ἐκ τῆϲ πείραϲ βάϲανον αὐτῷ, μετὰ ταῦτα δὲ ἤδη θαρραλεώτερον ἐπ’ ἄλλων ἐπὶ τὴν αὐτὴν πεῖραν ἧκον. ἠξίωϲα γὰρ ὁμοδίαιτόν μοι γενέϲθαι τὸν ἄνδρα κἂν μιᾶϲ ἡμέραϲ, ὅπωϲ ἴδοιμι, πηνίκα τε καὶ πόϲα προϲφέρεται τὰ ϲτύφοντα. καὶ κατά γε τὴν πρώτην εὐθέωϲ, ὡϲ εἴθιϲτο, διαιτηθῆναι παρεκάλουν αὐτόν, ὑπαλλάξαντα μηδὲν ὅλωϲ τῶν κατὰ τὴν δίαιταν.