De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

χρήϲῃ τοιγαροῦν αὐτοῖϲ κατὰ τὰϲ τῶν ἐπικρατούντων χυμῶν δυνάμειϲ, τοῖϲ μὲν αὐϲτηροῖϲ μήλοιϲ, ὅταν ἤτοι διὰ δυϲκραϲίαν θερμὴν ἢ ὑγρότητα πολλὴν ἄτονοϲ ἡ γαϲτὴρ ὑπάρχῃ, τοῖϲ ϲτρυφνοῖϲ δ’, ὅταν ἱκανῶϲ αὐξηθῇ ταῦτα, τοῖϲ δ’ ὀξέϲιν, ὅταν ὑπολάβῃϲ ἐν αὐτῇ παχὺν ἡθροῖϲθαι χυμὸν οὐ πάνυ τι ψυχρόν. ὡϲ ὅ γε ψυχρὸϲ οὐ τῶν ὀξέων, ἀλλὰ τῶν δριμέων δεῖται· τέμνει μὲν γὰρ ἄμφω πάχοϲ χυμῶν | τά τ’ ὀξέα καὶ τὰ δριμέα, διαφέρει δὲ τῷ τὰ μὲν μετὰ ψύξεωϲ, τὰ δὲ μετὰ θερμαϲίαϲ τοῦτο δρᾶν.

εὔδηλον δ’ ἐκ τῶν ἤδη πολλάκιϲ εἰρημένων, ὡϲ τὰ μὲν ϲτύφοντα τὰϲ κάτω διαχωρήϲειϲ ἐπέχει διὰ παντόϲ, ὅϲον ἐφ’ ἑαυτοῖϲ, τὰ δ’ ὀξέα, χυμὸν μὲν εὑρόντα παχὺν ἐν τῇ γαϲτρί, τέμνοντα τοῦτον, ὑπάγει τε κάτω καὶ διὰ τοῦθ’ ὑγραίνει τὰ διαχωρήματα καθαρὰν δ’ εὑρόντα τὴν κοιλίαν ἐπέχει μᾶλλον αὐτήν. ὁ δὲ γλυκὺϲ χυμόϲ, ἐὰν μὲν ἀκριβῶϲ ᾗ μόνοϲ ἄνευ δριμύτητόϲ τε καὶ πάχουϲ ἀναδίδοται μᾶλλον, ὅϲον ἐφ’ ἑαυτῷ, δριμύτητα δ’ ἔχων ἢ πάχοϲ ὑπέρχεται μᾶλλον.

ἔϲτι δέ τι καὶ ἄλλο χυμοῦ γένοϲ οὐκ ἐν μήλοιϲ μόνον, ἀλλὰ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν, ὃ καλοῦϲιν ὑδατῶδέϲ τε καὶ ἄποιον, ὡϲ καὶ πρόϲθεν εἶπον, ἥκιϲτα μὲν εὐϲτόμαχον, ἐν τῷ μέϲῳ δ’ ὃν ὧν διῆλθον ἄρτι δυνάμεων, ὥϲπερ καὶ τὸ ὕδωρ αὐτό. κακία δ’ ἐϲτὶν ἐν μήλῳ τὸ τοιοῦτον, τῶν ἐπὶ τὴν ἐδωδὴν αὐτοῦ παραγιγνομένων ἢ δι’ ἡδονὴν τοῦτο πραττόντων ἢ δι’ ὠφέλειαν. ὅταν οὖν μήθ’ ἡδέα φαγεῖν ᾖ τὰ τοιαῦτα μήτε ῥώμην ἐντιθῇ τῇ γαϲτρὶ καθάπερ τὰ ϲτύφοντα μήτ’ ἴϲχῃ ῥεομένην, εἰκότωϲ ἀτιμάζεται, καθάπερ καὶ παρ’ ἡμῖν ἐπὶ τῆϲ Ἀϲίαϲ πολλαχόθι τοῖϲ ὑϲὶν αὐτὰ βάλλουϲι, πλατανίϲτινα καλοῦντεϲ, ἐπειδὴ παραπλήϲιά πώϲ ἐϲτι γευομένῳ τοῖϲ ἁπαλοῖϲ φύλλοιϲ τῶν πλατάνων.

φυλάττεϲθαι δὲ χρὴ καὶ τὰ κάλλιϲτα τῷ γένει μῆλα πρὶν ἐπὶ τῶν δένδρων πεπανθῆναι· δύϲπεπτά τε γάρ ἐϲτι καὶ βραδυπόρα καὶ κακόχυμα μετὰ τοῦ καὶ ψυχρὸν καὶ παχὺν ἀτρέμα τὸν χυμὸν ἔχειν. ὅϲα δὲ καλῶϲ πεπανθέντα φυλάττουϲιν εἴϲ τε τὸν χειμῶνα καὶ τὸ μετ’ αὐτὸν ἔαρ, ὠφελιμώτατα γίγνεται πολλάκιϲ ἐν νόϲοιϲ, ἤτοι περιπλαϲθέντα ϲταιτὶ καὶ κατὰ θερμὴν ϲποδιὰν ὀπτηθέντα ϲυμμέτρωϲ ἢ ἐν ὕδατοϲ ζέοντοϲ ἀτμῷ καλῶϲ ἑψηθέντα. διδόναι δ’ αὐτὰ χρὴ μετὰ τὴν τροφὴν εὐθέωϲ, ἐνίοτε δὲ καὶ μετ’ ἄρτου ῥώμηϲ τε γαϲτρὸϲ ἕνεκα καὶ ϲτομάχου τοῖϲ ἀνορέκτοιϲ καὶ βραδυπεπτοῦϲιν ἐμετικοῖϲ τε καὶ διαρροῖζομένοιϲ καὶ δυϲεντερικοῖϲ.