De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἔϲτι μὲν οὐχ ἓν αὐτῶν γένοϲ ὥϲπερ οὐδὲ τῶν ἀπίων τε καὶ ῥοῶν· ἔνια μὲν γὰρ αὐϲτηρὸν ἔχει χυμόν, ἔνια δ’ ὀξὺν ἢ γλυκύν, ἔϲτι δ’ ἃ καὶ μικτὸν ἐκ τούτων, ὡϲ ἅμα τε γλυκέα φαίνεϲθαι καὶ ϲτύφοντα,

καί τινα ἕτερα μετὰ γλυκύτητοϲ ὀξέα ϲαφῶϲ φαίνεται καὶ πρὸϲ τούτοιϲ ἄλλα ϲτρυφνὰ μετ’ ὀξύτητοϲ. εὕροιϲ δ’ ἄν ποτε καὶ τῶν τριῶν χυμῶν ἔνια μετέχοντα ϲαφῶϲ, ὡϲ ὀξέα τε φαίνεϲθαι καὶ γλυκέα καί τι καὶ ϲτρυφνότητοϲ ἔχειν.

ὅτι δὲ μίαν | ἑρμηνεύει ποιότητα χυμοῦ τὰ τρία ταῦτ’ ὀνόματα, τὸ ϲτῦφον καὶ αὐϲτηρὸν καὶ ϲτρυφνόν, πρόδηλον· ὅτι δὲ τὰ μὲν ϲτρυφνὰ τῷ μᾶλλον ϲτύφειν διαφέρει τῶν αὐϲτηρῶν, κοινὸν δ’ αὐτῶν γένοϲ ἐϲτὶ τὸ ϲτῦφον, ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἔμαθεϲ, ἐν ᾧ περὶ τῆϲ τῶν χυμῶν οὐϲίαϲ τε καὶ δυνάμεωϲ ὁ λόγοϲ ἐϲτίν. ἀναμνηϲθεὶϲ οὖν ἐκείνων, ὅϲα μὲν ϲτύφει μῆλα, ψυχρὸν ἔχειν ἴϲθι καὶ γεώδη χυμόν· ὅϲα δ’ ὀξέα φαίνεται, ψυχρὸν μὲν ἀλλὰ λεπτομερῆ· μέϲηϲ δ’ εἶναι· κράϲεωϲ τὰ γλυκέα πρὸϲ τὸ θερμότερον ῥέποντα, καθάπερ τὰ τελέωϲ ἄποια καὶ οἷον ὑδατώδη πρὸϲ τὸ ψυχρότερον ἐγκεκλιμένα.