De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
τροφὴ δ’ ὅτι βραχεῖα τοῖϲ τοιούτοιϲ καρποῖϲ ἅπαϲιν ὑπάρχει, λέλεκται πρόϲθεν. ἔϲτι μὲν οὖν ἀμείνω τὰ πραικόκκια καλούμενα τῶν Ἀρμενιακῶν. ὅϲοι δὲ φεύγουϲι τὴν τῶν πραικοκκίων προϲηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦϲιν ἀμφότερα, τινὲϲ δ’ Ἀρμένια διὰ τεττάρων ϲυλλαβῶν, οὐ πέντε.
Ἔϲτι μὲν οὐχ ἓν αὐτῶν γένοϲ ὥϲπερ οὐδὲ τῶν ἀπίων τε καὶ ῥοῶν· ἔνια μὲν γὰρ αὐϲτηρὸν ἔχει χυμόν, ἔνια δ’ ὀξὺν ἢ γλυκύν, ἔϲτι δ’ ἃ καὶ μικτὸν ἐκ τούτων, ὡϲ ἅμα τε γλυκέα φαίνεϲθαι καὶ ϲτύφοντα,
καί τινα ἕτερα μετὰ γλυκύτητοϲ ὀξέα ϲαφῶϲ φαίνεται καὶ πρὸϲ τούτοιϲ ἄλλα ϲτρυφνὰ μετ’ ὀξύτητοϲ. εὕροιϲ δ’ ἄν ποτε καὶ τῶν τριῶν χυμῶν ἔνια μετέχοντα ϲαφῶϲ, ὡϲ ὀξέα τε φαίνεϲθαι καὶ γλυκέα καί τι καὶ ϲτρυφνότητοϲ ἔχειν.ὅτι δὲ μίαν | ἑρμηνεύει ποιότητα χυμοῦ τὰ τρία ταῦτ’ ὀνόματα, τὸ ϲτῦφον καὶ αὐϲτηρὸν καὶ ϲτρυφνόν, πρόδηλον· ὅτι δὲ τὰ μὲν ϲτρυφνὰ τῷ μᾶλλον ϲτύφειν διαφέρει τῶν αὐϲτηρῶν, κοινὸν δ’ αὐτῶν γένοϲ ἐϲτὶ τὸ ϲτῦφον, ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἔμαθεϲ, ἐν ᾧ περὶ τῆϲ τῶν χυμῶν οὐϲίαϲ τε καὶ δυνάμεωϲ ὁ λόγοϲ ἐϲτίν. ἀναμνηϲθεὶϲ οὖν ἐκείνων, ὅϲα μὲν ϲτύφει μῆλα, ψυχρὸν ἔχειν ἴϲθι καὶ γεώδη χυμόν· ὅϲα δ’ ὀξέα φαίνεται, ψυχρὸν μὲν ἀλλὰ λεπτομερῆ· μέϲηϲ δ’ εἶναι· κράϲεωϲ τὰ γλυκέα πρὸϲ τὸ θερμότερον ῥέποντα, καθάπερ τὰ τελέωϲ ἄποια καὶ οἷον ὑδατώδη πρὸϲ τὸ ψυχρότερον ἐγκεκλιμένα.
χρήϲῃ τοιγαροῦν αὐτοῖϲ κατὰ τὰϲ τῶν ἐπικρατούντων χυμῶν δυνάμειϲ, τοῖϲ μὲν αὐϲτηροῖϲ μήλοιϲ, ὅταν ἤτοι διὰ δυϲκραϲίαν θερμὴν ἢ ὑγρότητα πολλὴν ἄτονοϲ ἡ γαϲτὴρ ὑπάρχῃ, τοῖϲ ϲτρυφνοῖϲ δ’, ὅταν ἱκανῶϲ αὐξηθῇ ταῦτα, τοῖϲ δ’ ὀξέϲιν, ὅταν ὑπολάβῃϲ ἐν αὐτῇ παχὺν ἡθροῖϲθαι χυμὸν οὐ πάνυ τι ψυχρόν. ὡϲ ὅ γε ψυχρὸϲ οὐ τῶν ὀξέων, ἀλλὰ τῶν δριμέων δεῖται· τέμνει μὲν γὰρ ἄμφω πάχοϲ χυμῶν | τά τ’ ὀξέα καὶ τὰ δριμέα, διαφέρει δὲ τῷ τὰ μὲν μετὰ ψύξεωϲ, τὰ δὲ μετὰ θερμαϲίαϲ τοῦτο δρᾶν.
εὔδηλον δ’ ἐκ τῶν ἤδη πολλάκιϲ εἰρημένων, ὡϲ τὰ μὲν ϲτύφοντα τὰϲ κάτω διαχωρήϲειϲ ἐπέχει διὰ παντόϲ, ὅϲον ἐφ’ ἑαυτοῖϲ, τὰ δ’ ὀξέα, χυμὸν μὲν εὑρόντα παχὺν ἐν τῇ γαϲτρί, τέμνοντα τοῦτον, ὑπάγει τε κάτω καὶ διὰ τοῦθ’ ὑγραίνει τὰ διαχωρήματα καθαρὰν δ’ εὑρόντα τὴν κοιλίαν ἐπέχει μᾶλλον αὐτήν. ὁ δὲ γλυκὺϲ χυμόϲ, ἐὰν μὲν ἀκριβῶϲ ᾗ μόνοϲ ἄνευ δριμύτητόϲ τε καὶ πάχουϲ ἀναδίδοται μᾶλλον, ὅϲον ἐφ’ ἑαυτῷ, δριμύτητα δ’ ἔχων ἢ πάχοϲ ὑπέρχεται μᾶλλον.