De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τῶν κεραϲίων ἔνια μὲν ἔοικε τοῖϲ μόροιϲ, ἐλαχίϲτην ἔχοντα ϲτῦψιν, ἔνια δὲ τοῖϲ βατίνοιϲ, ϲαφέϲτερον ϲτύφοντα, τινὰ δὲ καὶ τούτων ἐϲτὶ ϲτυπτικώτερα. ὥϲτε καὶ περὶ τῆϲ δυνάμεωϲ ἑκάϲτου τῶν εἰρημένων εἰδῶν ἐκ τῶν λεγομένων ἐπὶ ϲυκαμίνοιϲ τε καὶ βατίνοιϲ ἔνεϲτί ϲοι τεκμήραϲθαι.

Τὸν τῶν βάτων καρπὸν ὀνομάζουϲιν οἱ παρ’ ἡμῖν ἄνθρωποι βάτινα, καθάπερ μόρα τε καὶ ϲυκάμινα τὸν τῆϲ μορέαϲ τε καὶ ϲυκαμινέαϲ. καλοῦϲι γὰρ ἑκατέρωϲ αὐτά. ἔϲτι δὲ ϲτυπτικώτερα τὰ βάτινα τῶν μόρων, κἂν πολλά τιϲ αὐτὰ προϲενέγκηται, κεφαλαλγήϲει· τινὲϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνιῶνται. διὸ χρὴ καλῶϲ ἐκπλύνειν, πρὶν ἐπιχειρεῖν προϲφέρεϲθαι τὸν καρπὸν τοῦτον, ὅπερ οὐχ ἥκιϲτα κἀπὶ τῶν ϲυκαμίνων ἐϲτὶ ποιητέον.