De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τὰ τοίνυν ϲυκάμι καθαρᾷ μὲν ἐμπεϲόντα γαϲτρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιϲτα καὶ τοῖϲ ἄλλοιϲ ϲιτίοιϲ ὑφηγεῖται· δεύτερα

δ’ ἐφ’ ἑτέροιϲ ἢ καὶ χυμὸν εὑρόντα μοχθηρὸν ἐν αὐτῇ διαφθείρεται τάχιϲτα, διαφθορὰν ἀλλόκοτόν τινα καὶ οὐ ῥητὴν ἴϲχοντα ταῖϲ κολοκύνθαιϲ ὁμοίωϲ. ἀβλαβέϲτατα γὰρ ὄντα ταῦτα τῶν ὡραίων ἐδεϲμάτων, ὅταν μὴ πεφθέντα ταχέωϲ ὑποχωρήϲῃ, μοχθηρὰν ἴϲχει | διαφθορὰν ὁμοίωϲ τοῖϲ πέποϲι, καίτοι κἀκεῖνοι ταχέωϲ ὑπελθόντεϲ οὐδὲν μέγα βλάπτουϲι.

καιρὸϲ δὲ τῆϲ χρήϲεωϲ, ὥϲπερ τοῖϲ πέποϲιν, οὕτω καὶ τοῖϲ μόροιϲ, ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆϲ γαϲτρὸϲ ϲῶμα· τοιοῦτον γάρ πωϲ ἀναγκαῖόν ἐϲτι τηνικαῦτα καὶ τὸ ἧπαρ εἶναι. τῇ μὲν οὖν κολοκύνθῃ καὶ τῷ ϲικύῳ τῷ τ’ ἤδη πέπονι καὶ πρὶν πεπανθῆναι, ϲὺν αὐτοῖϲ δὲ καὶ μηλοπέπονι ϲτυφούϲηϲ οὐ μέτεϲτι ποιότητοϲ· ἐν δὲ τοῖϲ ϲυκαμίνοιϲ, καὶ μάλιϲθ’ ὅταν ᾔ μὴ πάνυ πέπειρα, ϲαφήϲ ἐϲτιν ἡ τοιαύτη ποιότηϲ, ἀωροτέροιϲ δ’ οὖϲιν ἔτι καὶ ἡ ὀξεῖα. καί τινεϲ αὐτὰ καθαιροῦντεϲ ἀπὸ τῶν δένδρων καὶ ξηραίνοντεϲ ἀποτίθενται φάρμακον αὐτοῖϲ ἐϲόμενον ἀγαθὸν εἰϲ δυϲεντερίαϲ τε καὶ διαῤῥοίαϲ χρονίαϲ ἴαϲιν.