De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
κατὰ δὲ τὴν Ἀϲίαν ποικίλον εἶδοϲ ϲταφίδων γεννᾶται· καὶ γὰρ ὑπόξανθοι καὶ μέλαιναι καὶ γλυκεῖαι καὶ ὑπαυϲτηροὶ γίγνονται. κατὰ μέντοι τὰϲ ψυχρὰϲ χώραϲ οὐδ’ αἱ ϲταφυλαὶ τελέωϲ πεπαίνονται, μήτι γε δὴ τῶν ϲταφίδων τινέϲ, διόπερ ἐπεμβάλλουϲι τοῖϲ οἴνοιϲ ῥητίνηϲ, ὅπωϲ μὴ ταχέωϲ ὀξυνθῶϲιν. ἡ μὲν οὖν κατὰ χρόαν διαφορὰ τῶν ϲταφίδων ὡϲ πρὸϲ τὴν δύναμιν αὐτῶν οὐδὲν ϲυντελεῖ, καθάπερ οὐδ’ ἡ κατὰ μέγεθοϲ· ἡ δὲ κατὰ τὴν γευϲτὴν ποιότητα τὸ ϲύμπαν δύναται,
καὶ ταύτῃ μόνῃ προϲέχων τὸν νοῦν, ἐπὶ τίνων τε δεῖ χρῆϲθαι καὶ καθ’ ὅντινα καιρόν, εὑρήϲειϲ, ὡϲ προείρηται.τροφὴ δ’ ἐκ τῶν ϲταφίδων ἀναδίδοται τῷ ϲώματι παραπληϲία κατὰ τὴν ποιότητα ταῖϲ ϲταφυλαῖϲ αὐταῖϲ, γλυκεῖα μὲν ἐκ τῶν γλυκειῶν, αὐϲτηρὰ δ’ ἐκ τῶν αὐϲτηρῶν, μεικτὴ δ’ ἐκ τῶν ἀμφοτέραϲ ἐχουϲῶν τὰϲ ποιότηταϲ· τῇ δὲ ποϲότητι πλείων μὲν ἐκ τῶν λιπαρῶν τε καὶ γλυκειῶν, ἐλάττων δ’ ἐκ τῶν αὐϲτηρῶν τε καὶ ἀλιπῶν. εἰ δὲ τὸν ἴϲαν ὄγκον ϲταφίδοϲ λιπαρᾶϲ γλυκείαϲ ἐκγεγιγαρτιϲμένηϲ παραβάλλοιϲ ὄγκῳ ῥαγῶν ἴϲῳ, τροφιμωτέραϲ εὑρήϲειϲ τὰϲ ϲταφίδαϲ. ἧττον μὲν οὖν ἰϲχάδων αἱ τοιαῦται τό θ’ ὑπακτικὸν ἔχουϲι καὶ τὸ ῥυπτικόν, εὐϲτομαχώτεραι δ’ εἰϲὶ τῶν ἰϲχάδων.