De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ταῦτ’ ἀρκεῖ περὶ πτιϲάνηϲ δυνάμεωϲ | εἰρῆϲθαι κατὰ τὴν ἐνεϲτῶϲαν πραγματείαν οὐ θεραπευτικὴν οὖϲαν, ἀλλὰ τὰϲ δυνάμειϲ μόναϲ τῶν τροφῶν ἐξηγουμένην. ἐν παραδρομῇ δὲ τοῦ λόγου καὶ χρεῖαί τινεϲ αὐτῶν διδάϲκονται,
Καιρὸϲ οὖν ἤδη μεταβαίνειν ἐπὶ τὸν περὶ τῶν κριθίνων ἄρτων λόγον, οὓϲ ϲκευάζουϲιν οἱ ἄνθρωποι παραπληϲίωϲ τοῖϲ πυρίνοιϲ. εἰϲὶ δ’ οὐ μόνον τῶν πυρίνων, ἀλλὰ καὶ τῶν ὀλυρίνων καὶ πολὺ μᾶλλον ἔτι τῶν τιφίνων ψαθυρώτεροι μηδὲν ἐν ἑαυτοῖϲ ἔχοντεϲ ὥϲπερ ἐκεῖνοι γλίϲχρον. εὔδηλον οὖν ὅτι τροφὴν ὀλίγην παρέχουϲι τοῖϲ ϲώμαϲι καὶ μάλιϲθ’, ὅταν ἐκ φαυλοτέρων γένωνται κριθῶν, ἐξ ὧν οὐδὲ τὴν πτιϲάνην ὁ Ἱπποκράτηϲ ἐκέλευϲε ϲκευάζειν· οὐδὲ γὰρ ἀνιᾶϲιν ἐξ ἑαυτῶν πολὺν χυλὸν ἑψόμεναι.
κάλλιϲται δ’ εἰϲὶν αἱ λευκαὶ μετὰ τὸ
πτιϲθῆναι φαινόμεναι καί τι πυκνότητοϲ ἔχουϲαι καὶ βάρουϲ, ὅϲον οἷόν τε κριθὰϲ ἔχειν. ἀμείνουϲ δὲ δηλονότι καὶ τῶν ἰϲχνῶν τε καὶ ῥυϲῶν αἱ πλήρειϲ ὅλαι καὶ περιτεταμένην ἔξωθεν ἔχουϲαι τὴν περιγραφήν.