De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ὃ δ’ οὐκ εἶπον ἐν τῇ καλῶϲ γιγνομένῃ ϲκευαϲίᾳ, προϲθεῖναί προϲήκει. προδιαβρέξανταϲ ὕδατι τὴν ὠμὴν πτιϲάνην ἐπ’ ὀλίγον, εἴτ’ ἐμβαλόνταϲ θυίᾳ, τρίβειν χρὴ διὰ τῶν χειρῶν ἐχουϲῶν ἐν ἑαυταῖϲ τι τραχύ, καθάπερ ὁ ϲπάρτοϲ ὀνομαζόμενόϲ ἐϲτιν, ἐξ οὖ πλέκουϲιν ὑποδήματα τοῖϲ ὑποζυγίοιϲ. ὅροϲ δ’ ἔϲτω τῆϲ τρίψεωϲ ἀπορρύψαι τὸ προϲκείμενον λέμμα. | πτιϲϲομένηϲ γὰρ τῆϲ κριθῆϲ ὁ περικείμενοϲ αὐτῇ χιτὼν λεπτὸϲ οὐκ ἀπορρύπτεται πᾶϲ. διὰ τοῦτ’ οὖν προβρέχεταί τε

καὶ τρίβεται κατὰ τὴν θυίαν. ἐὰν δὲ μὴ πὰν ἀποπέϲῃ τὸ ἀχυρῶδεϲ, ἡ ἑψηθεῖϲα πτιϲάνη ῥυπτικωτέρα μὲν γίγνεται, βλάβην δ’ οὐδεμίαν ἑτέραν λαμβάνει.

χειρίϲτη δὲ ϲκευαϲία πτιϲάνηϲ ἐϲτιν, ὅταν οἱ μάγειροι τρίψαντεϲ αὐτὴν ὠμὴν ἐν θυίᾳ μεθ’ ὕδατοϲ, εἷθ’ ἑψήϲαντεϲ ἐπ’ ὀλίγον ἐμβάλλωϲι τὸ καλούμενον ἕψημά τε καὶ ϲίραιον· ἔνιοι δὲ καὶ μέλι καὶ κύμινον ἅμα τούτοιϲ ἐπεμβάλλουϲι, κυκεῶνα μᾶλλον ἢ πτιϲάνην παραϲκευάζοντεϲ. ἀλλ’ ἥ γε καλῶϲ ϲκευαϲθεῖϲα τὰϲ ὑφ’ Ἱπποκράτουϲ εἰρημέναϲ παρέχεται χρείαϲ ὑγιαίνουϲί τε καὶ νοϲοῦϲιν ἀνθρώποιϲ. τὸ γάρ γλίχραϲμα , φηϲίν, αὐτῆϲ λεῖον καὶ ξυνεχὲϲ καὶ προϲηνέϲ ἐϲτι καὶ ὀλιϲθηρὸν καὶ πλαδαρὸν μετρίωϲ καὶ ἄδιψον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προϲδέοι, καὶ οὔτε ϲτύψιν ἔχον οὔτε ἄραδον κακόν οὔτε άνοιδίϲκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήϲει, ὅϲον πλεῖϲτον ἐπεφύκει διογκοῦϲθαι.