De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
κάκιϲτα δ’ ὁρῶ ϲκευαζομένην ὑπὸ πάντων τῶν μαγείρων τὴν πτιϲάνην· ἐν γὰρ τῇ θυίᾳ τρίβοντεϲ αὐτὴν ὠμήν, οὐκ ἐπὶ τοῦ πυρὸϲ ἕψοντεϲ διαλύουϲιν. ἐπεμβάλλουϲι δέ τινεϲ καὶ ἀμύλου χάριν τοῦ δόξαι διὰ τῆϲ ἑψήϲεωϲ ἱκανῶϲ κεχυλῶϲθαι. φυϲωδεϲτάτη τ’ οὖν εἰκότωϲ ἡ τοιαύτη γίγνεται καὶ δύϲπεπτοϲ ἱκανῶϲ.
ὃ δ’ οὐκ εἶπον ἐν τῇ καλῶϲ γιγνομένῃ ϲκευαϲίᾳ, προϲθεῖναί προϲήκει. προδιαβρέξανταϲ ὕδατι τὴν ὠμὴν πτιϲάνην ἐπ’ ὀλίγον, εἴτ’ ἐμβαλόνταϲ θυίᾳ, τρίβειν χρὴ διὰ τῶν χειρῶν ἐχουϲῶν ἐν ἑαυταῖϲ τι τραχύ, καθάπερ ὁ ϲπάρτοϲ ὀνομαζόμενόϲ ἐϲτιν, ἐξ οὖ πλέκουϲιν ὑποδήματα τοῖϲ ὑποζυγίοιϲ. ὅροϲ δ’ ἔϲτω τῆϲ τρίψεωϲ ἀπορρύψαι τὸ προϲκείμενον λέμμα. | πτιϲϲομένηϲ γὰρ τῆϲ κριθῆϲ ὁ περικείμενοϲ αὐτῇ χιτὼν λεπτὸϲ οὐκ ἀπορρύπτεται πᾶϲ. διὰ τοῦτ’ οὖν προβρέχεταί τε
καὶ τρίβεται κατὰ τὴν θυίαν. ἐὰν δὲ μὴ πὰν ἀποπέϲῃ τὸ ἀχυρῶδεϲ, ἡ ἑψηθεῖϲα πτιϲάνη ῥυπτικωτέρα μὲν γίγνεται, βλάβην δ’ οὐδεμίαν ἑτέραν λαμβάνει.χειρίϲτη δὲ ϲκευαϲία πτιϲάνηϲ ἐϲτιν, ὅταν οἱ μάγειροι τρίψαντεϲ αὐτὴν ὠμὴν ἐν θυίᾳ μεθ’ ὕδατοϲ, εἷθ’ ἑψήϲαντεϲ ἐπ’ ὀλίγον ἐμβάλλωϲι τὸ καλούμενον ἕψημά τε καὶ ϲίραιον· ἔνιοι δὲ καὶ μέλι καὶ κύμινον ἅμα τούτοιϲ ἐπεμβάλλουϲι, κυκεῶνα μᾶλλον ἢ πτιϲάνην παραϲκευάζοντεϲ. ἀλλ’ ἥ γε καλῶϲ ϲκευαϲθεῖϲα τὰϲ ὑφ’ Ἱπποκράτουϲ εἰρημέναϲ παρέχεται χρείαϲ ὑγιαίνουϲί τε καὶ νοϲοῦϲιν ἀνθρώποιϲ. τὸ γάρ γλίχραϲμα , φηϲίν, αὐτῆϲ λεῖον καὶ ξυνεχὲϲ καὶ προϲηνέϲ ἐϲτι καὶ ὀλιϲθηρὸν καὶ πλαδαρὸν μετρίωϲ καὶ ἄδιψον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προϲδέοι, καὶ οὔτε ϲτύψιν ἔχον οὔτε ἄραδον κακόν οὔτε άνοιδίϲκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήϲει, ὅϲον πλεῖϲτον ἐπεφύκει διογκοῦϲθαι.
ταῦτ’ ἀρκεῖ περὶ πτιϲάνηϲ δυνάμεωϲ | εἰρῆϲθαι κατὰ τὴν ἐνεϲτῶϲαν πραγματείαν οὐ θεραπευτικὴν οὖϲαν, ἀλλὰ τὰϲ δυνάμειϲ μόναϲ τῶν τροφῶν ἐξηγουμένην. ἐν παραδρομῇ δὲ τοῦ λόγου καὶ χρεῖαί τινεϲ αὐτῶν διδάϲκονται,
Καιρὸϲ οὖν ἤδη μεταβαίνειν ἐπὶ τὸν περὶ τῶν κριθίνων ἄρτων λόγον, οὓϲ ϲκευάζουϲιν οἱ ἄνθρωποι παραπληϲίωϲ τοῖϲ πυρίνοιϲ. εἰϲὶ δ’ οὐ μόνον τῶν πυρίνων, ἀλλὰ καὶ τῶν ὀλυρίνων καὶ πολὺ μᾶλλον ἔτι τῶν τιφίνων ψαθυρώτεροι μηδὲν ἐν ἑαυτοῖϲ ἔχοντεϲ ὥϲπερ ἐκεῖνοι γλίϲχρον. εὔδηλον οὖν ὅτι τροφὴν ὀλίγην παρέχουϲι τοῖϲ ϲώμαϲι καὶ μάλιϲθ’, ὅταν ἐκ φαυλοτέρων γένωνται κριθῶν, ἐξ ὧν οὐδὲ τὴν πτιϲάνην ὁ Ἱπποκράτηϲ ἐκέλευϲε ϲκευάζειν· οὐδὲ γὰρ ἀνιᾶϲιν ἐξ ἑαυτῶν πολὺν χυλὸν ἑψόμεναι.
κάλλιϲται δ’ εἰϲὶν αἱ λευκαὶ μετὰ τὸ
πτιϲθῆναι φαινόμεναι καί τι πυκνότητοϲ ἔχουϲαι καὶ βάρουϲ, ὅϲον οἷόν τε κριθὰϲ ἔχειν. ἀμείνουϲ δὲ δηλονότι καὶ τῶν ἰϲχνῶν τε καὶ ῥυϲῶν αἱ πλήρειϲ ὅλαι καὶ περιτεταμένην ἔξωθεν ἔχουϲαι τὴν περιγραφήν.ἀλλὰ τοῦτο μὲν ἀπάντων ϲπερμάτων κοινὸν ἔϲτω ϲοι γνώριϲμα, πλὴν εἰ πάνυ ϲφόδρα ποτὲ πλείονα τοῦ | κατὰ φύϲιν ὄγκον ἔχοιεν ἅμα τῷ μαλακώτερά τε καὶ χαυνότερα γενέϲθαι. περιττωματικὴν γὰρ ὑγρότητα ταῦτ’ ἔχειν ἴϲθι καὶ χείρω τῶν προειρημένων εἶναι. καὶ διὰ τοῦτο μετὰ μὲν τὴν ϲυγκομιδὴν οὐ προϲῆκεν αὐτοῖϲ χρῆϲθαι, καταθέμενον δ’ ἐν τόποιϲ ξηροῖϲ ἐᾶϲαι χρόνῳ πλείονι τὸ μέν τι διαπνεῦϲαι τῆϲ περιττῆϲ ὑγρότητοϲ, τὸ δέ τι πεφθῆναι, μέχριπερ ἂν ξηραινόμενα προϲϲταλῇ μετρίωϲ.