De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἐφάγομέν τ’ οὖν αὐτῶν δαψιλῶς ᾐσθανόμεθά τε κατὰ τὴν γαστέρα βάρους, ὡς δοκεῖν ἐγκεῖσθαι πηλὸν\ αὐτῇ καὶ κατὰ τὴν ὑστεραίαν ἠπεπγηκότες ἀνόρεκτοι δι’ ὅλης ἡμέρας ἧμεν, ὡς μηδὲν δύνασθαι προσενγέκασθαι, καὶ πνεύματος φυσώδους μεστοὶ κεφαλαλγεῖς τε καὶ βλέποντες ἀχλυῶδες· οὐδὲ γὰρ ὑπεχώρει τι κάτω, ὃ μόνον ἐστὶν ἄκος ἐπὶ ταῖς ἀπεψίαις. ἠρώτων οὖν τοὺς ἀγροίκους. εἰ καὶ αὐτοί ποτε πυρῶν ἑφθῶν ἔφαγον ὅπως τε διετέθησαν. οἱ δὲ καὶ πολλάκις ἐδηδοκέναι κατὰ τὴν αὐτὴν ἀνάγκην ἔφασαν, ῇ καὶ τόθ’ ἡμεῖς συνηνέχθημεν, εἶναί τε βαρὺ καὶ δύσπεπτον ἔδεσμα τοὺς οὕτω σκευασθέντας.
ἦν δέ γε τοῦτο καὶ μὴ πειραθέντι λογίσασθαι πρόδηλον. ὅπου γὰρ οὐδὲ τὸ ἄλευρον αὐτῶν ἐσθιόμενον, ὡς εἶπον ἔμπροσθεν εὔπεπτόν ἐστιν, εἰ μὴ κατεργασθείη δι’ ἁλῶν καὶ ζύμης καὶ φυράσεως καὶ τρίψεως καὶ κριβάνου, πῶς οὐκ ἄν τις ἐννοήσειες τοὺς
ἀκατεργάϲτουϲ | ἰϲχυροτάτουϲ εἶναι, δύναμίν γε μὴν ἔχουϲι μεγάλην, εἰ πεφθεῖεν, οἱ οὕτω βρωθέντεϲ πυροὶ καὶ τρέφοντεϲ ἰϲχυρῶϲ τὸ ϲῶμα καὶ ῥώμην ἐπίϲημον παρεχόμενοι τοῖϲ προϲενεγκαμένοιϲ αὐτούϲ.