De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τοῖϲ δ’ ὑγιαίνουϲιν, ὅταν ποτὲ διὰ δῆξιν ϲφοδρὰν γαϲτρὸϲ ἢ χολωδῶν πολλῶν διέξοδον ἢ τι τοιοῦτον δεηθῶϲι ῥοφήματοϲ, ἕψονταϲ ἄχρι πλείϲτου τὸν χόνδρον, | ὡϲ γενέϲθαι τακερόν, εἷτα τορυνήϲανταϲ, ὡϲ ὁμοιωθῆναι πτιϲάνηϲ χυλῷ διηθημένῳ. τηνικαῦτα διδόναι ῥοφεῖν. ἡ δ’ ἄρτυϲιϲ ἡ αὐτὴ τῷ πλυτῷ γίγνεται χόνδρῳ.

Εἱ μὴ καὶ αὐτὸϲ ἔφαγόν ποτε πυροὺϲ οὕτωϲ ἡψημένουϲ, οὐκ ἂν ἤλπιϲά τινι χρείαν γενέϲθαι τῆϲ ἐδωδῆϲ αὐτῶν. οὔτε γὰρ ἐν λιμῷ

τις ἐπὶ τὴν τοιαύτην ἂν ἀφίκιοτο χρῆν, ἐνόν, εἴπερ εὐπορεῖ πυρῶν, ἄρτους ἐξ αὐτῶν ποίησασθαι, παρὰ δεῖπνόν τε καθάπερ ἐρεβίνθους ἑφθούς τε καὶ φρυκτοὺς ἐσθίουσιν ἐν χρείᾳ τῶν καλομένων τραγημάτων ἄλλα τέ τινα σπέρματα τὸν αὐτὸν τρόπον σκευάζοντες, οὕτως οὐδεὶς προσφέρεται πυροὺς ἑφθούς. διὰ ταῦτα μὲν οὗν οὐδ’ ἂν ἤλπισά τινα πυρῶν ἑφθῶν ἐδηδοκέναι.

ἐπεὶ δὲ καὶ αὐτὸς ἐγώ πορευθείς ποτ’ εἰς ἀγρὸν οὐκ ἐγγὺς τῆς πόλεωϲ ὄντα μετὰ δυοῖν μερακίων τὴν αὐτὴν ἡλικίαν ἀγόντων ἐμοί, κατέλαβον ἤδη δεδειπνηκτότας τοὺς ἀγροίκους καὶ μελλούσας ἀρτοποιεῖσθαι τὰς γυναῖκας (ἠπόρουν γὰρ ἄρτου), παραχρῆμά τις αὐτῶν ἐμβαλὼν εἰς χύτραν | πυροὺς ἥψησεν, εῖθ’ ἡδύνας ἁλσὶ μετρίοις ἐσθίει. ἡμᾶς ἠξίωσεν, ἐμέλλομεν δ’, ὡς τὸ εἰκός, ἑτοίμως αὐτὸ ποιήσειν ὡδοιπορηκότες τε καὶ πεινῶντες.