De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

μάλιϲτα δὲ χρὴ προϲέχειν τὸν νοῦν τοῖϲ ϲκευαζομένοιϲ ῥοφήμαϲιν ἐκ τοῦ καλουμένου πλυτοῦ χόνδρου. χυλὸϲ μὲν γάρ ἐϲτιν οὕτοϲ αὐτοῦ μεμιγμένοϲ ὕδατι, πλείϲτηϲ δ’ ἑψήϲεωϲ δεόμενοϲ ἐξαπατᾷ μὲν τοὺϲ ϲκευάζονταϲ ὡϲ αὐτάρκωϲ ἡψημένοϲ, οὐ ϲμικρῶϲ δὲ βλάπτει τοὺϲ νοϲοῦνταϲ, οἵϲπερ δὴ καὶ παραϲκευάζουϲιν αὐτόν· ἐν τάχει γάρ ϲυνίϲταται καὶ παχύνεται διὰ τὸ κολλώδηϲ εἶναι. χρὴ τοίνυν ὕδατι πολλῷ μιγνύνταϲ ἐπ’ ἀνθράκων ἕψειν ἐπὶ πλεῖϲτον, ἀνήθῳ κινοῦνταϲ, ἄχριϲ ἂν ἀκριβῶϲ ἑψηθῇ, τηνικαῦτα δ’ ἐπεμβάλλειν ἤδη καὶ τῶν ἀλῶν. τὸ δ’ ἔλαιον εἰ καὶ κατ’ ἀρχὰϲ εὐθέωϲ ἀναμίξαιϲ, οὐδὲν βλάψειϲ. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω τῇ θεραπευτικῇ προϲῆκον, οὐ τῇ νῦν ἐνεϲτώϲῃ πραγματείᾳ.

τοῖϲ δ’ ὑγιαίνουϲιν, ὅταν ποτὲ διὰ δῆξιν ϲφοδρὰν γαϲτρὸϲ ἢ χολωδῶν πολλῶν διέξοδον ἢ τι τοιοῦτον δεηθῶϲι ῥοφήματοϲ, ἕψονταϲ ἄχρι πλείϲτου τὸν χόνδρον, | ὡϲ γενέϲθαι τακερόν, εἷτα τορυνήϲανταϲ, ὡϲ ὁμοιωθῆναι πτιϲάνηϲ χυλῷ διηθημένῳ. τηνικαῦτα διδόναι ῥοφεῖν. ἡ δ’ ἄρτυϲιϲ ἡ αὐτὴ τῷ πλυτῷ γίγνεται χόνδρῳ.