De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἄριϲτοϲ μὲν οὖν ἄρτοϲ εἰϲ ὑγίειάν ἐϲτιν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμναζομένῳ ὁ πλεῖϲτον μὲν ζύμηϲ ἔχων, πλεῖϲτον δ’ ἁλῶν, ἐπὶ πλεῖϲτον δ’ ὑπὸ τοῦ τεχνίτου πρὶν ὀπτᾶϲθαι κατειργαϲμένοϲ, ὠπτημένοϲ δ’ ἐν κριβάνῳ ϲυμμέτρωϲ θερμῷ, καθότι πρόϲθεν εἴρηταί μοι. κρίϲιϲ δὲ τοὺ πλείϲτου κατὰ τὴν ζύμην καὶ τοὺϲ ἅλαϲ ἡ γεῦϲιϲ ἔϲτω ϲοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν. εἰϲ ὅϲον οὖν ἡ γεῦϲιϲ οὐδέπω γνωρίζει τὴν ἐκ τῆϲ μίξεωϲ ἀηδίαν, εἰϲ τοϲοῦτον βέλτιόν ἐϲτιν αὐξάνειν αὐτῶν τὸ πλῆθοϲ.

Ὅϲοι δὲ τὸν πλωτὸν ἄρτον ἐπενόηϲαν ϲκευάζειν, ἀτροφώτερον μὲν εὔρον ἔδεϲμα, πεφευγὸϲ δ’ ὡϲ οἷόν τε μάλιϲτα τὴν ἐκ τῆϲ ἐμφράξεωϲ βλάβην. ἥκιϲτα γὰρ ὁ ἄρτοϲ οὗτοϲ ἔχει τὸ παχὺ καὶ γλίϲχρον ἀερωδέϲτεροϲ ἀντὶ γεωδεϲτέρου γεγονώϲ. ὁρῆται δ’ ἡ κουφότηϲ αὐτοῦ διά τε τοῦ ϲταθμοῦ κἀκ τοῦ μὴ δύεϲθαι καθ’ ὕδατοϲ, ἀλλ’ ἐποχεῖϲθαι τρόπον φελλοῦ.

ἑψόντων δὲ παρ’ ἡμῖν ἐν τοῖϲ ἀγροῖϲ πολλῶν ἄλευρον πυροῦ μετὰ γάλακτοϲ ἰϲτέον καὶ | τοῦτο τὸ ἔδεϲμα τῶν ἐμπλαττόντων ὑπάρχον. ὥϲπερ οὖν εὔχυμά τε καὶ τρόφιμα πάντ’ ἐϲτὶ τὰ τοιαῦτα τῶν ἐδεϲμάτων, οὕτω βλάπτει τοὺϲ διηνεκῶϲ αὐτοῖϲ χρωμένουϲ ἐμφράξειϲ τε ποιούμενα καθ’ ἧπαρ καὶ λίθουϲ ἐν νεφροῖϲ γεννῶντα. τοῦ μὲν γὰρ ὠμοῦ χυμοῦ προϲλαβόντοϲ τὸ γλίϲχρον, ὅταν αἱ κατὰ τοὺϲ νεφροὺϲ διέξοδοι ϲτενότεραί τιϲιν ὑπάρχωϲι φύϲει, χρονίζον αὐτόθι τὸ παχύτατόν τε καὶ γλιϲχρότατον ἕτοιμόν ἐϲτι γεννῆϲαι πῶρον, ὁποῖοϲ τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲ τὸ ὕδωρ θερμαίνομεν, ἐπιτρέφεται, καὶ τοῖϲ λίθοιϲ περιπήγνυται κατὰ πολλὰ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. ϲυντελεῖ

δ’ εἰϲ τοῦτο μάλιϲτα καὶ ἡ τῶν νεφρῶν αὐτῶν κρᾶϲιϲ, ὅταν οἵον πυρῶδέϲ τε καὶ δριμὺ τὸ κατ’ αὐτοὺϲ ᾖ θερμόν.

ἐκ τούτου δὲ τοῦ γένουϲ εἰϲὶ καὶ οἱ τοῖϲ ἀρθριτικοῖϲ γεννώμενοι πῶροι. ῥεῖ γὰρ ἀεὶ τὸ περιττεῦον ἐν τῷ ϲώματι πᾶν εἰϲ τοὺϲ ἀϲθενεϲτάτουϲ τόπουϲ ἐργάζεταί τ’ ἐν αὐτοῖϲ πάθη κατὰ τὴν ἑαυτοῦ φύϲιν. εἰρήϲεται δ’ αὖθιϲ ἐν τῷ περὶ γάλακτοϲ λόγῳ περὶ πάϲηϲ αὐτοῦ τῆϲ χρήϲεωϲ, ὥϲπερ γε καὶ περὶ τῶν παχυνόντων ἐδεϲμάτων, ἐπειδὴ καὶ ἄλλ’ ἄττα τῆϲ τοιαύτηϲ ἐϲτὶ δυνάμεωϲ,