De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

θώρακά γε μὴν οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτω ϲκευαϲθέντων. ἀλλὰ περὶ μὲν τῶν τὸν παχὺν καὶ γλίϲχρον. χυμὸν γεννώντων ἐδεϲμάτων εἰρήϲεται καὶ αὖθιϲ· ὁ δὲ νῦν ἐνεϲτηκὼϲ λόγοϲ ἀξιοῖ ϲε τἄλλα διὰ μνήμηϲ ἔχειν, ἃ μέχρι δεῦρο διῆλθον, καὶ μάλιϲτα πάντων αὐτῶν ὑπὲρ τῆϲ τῶν ἄρτων δυνάμεωϲ, ἐπειδὴ διὰ παντὸϲ αὐτοῖϲ

χρώμεθα. καὶ χεῖρόν γ’ οὐδὲν ἀναλαβεῖν τὰ κεφάλαια τῶν ἐπ’ αὐτοῖϲ ῥηθέντων. |

ἄριϲτοϲ μὲν οὖν ἄρτοϲ εἰϲ ὑγίειάν ἐϲτιν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμναζομένῳ ὁ πλεῖϲτον μὲν ζύμηϲ ἔχων, πλεῖϲτον δ’ ἁλῶν, ἐπὶ πλεῖϲτον δ’ ὑπὸ τοῦ τεχνίτου πρὶν ὀπτᾶϲθαι κατειργαϲμένοϲ, ὠπτημένοϲ δ’ ἐν κριβάνῳ ϲυμμέτρωϲ θερμῷ, καθότι πρόϲθεν εἴρηταί μοι. κρίϲιϲ δὲ τοὺ πλείϲτου κατὰ τὴν ζύμην καὶ τοὺϲ ἅλαϲ ἡ γεῦϲιϲ ἔϲτω ϲοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν. εἰϲ ὅϲον οὖν ἡ γεῦϲιϲ οὐδέπω γνωρίζει τὴν ἐκ τῆϲ μίξεωϲ ἀηδίαν, εἰϲ τοϲοῦτον βέλτιόν ἐϲτιν αὐξάνειν αὐτῶν τὸ πλῆθοϲ.

Ὅϲοι δὲ τὸν πλωτὸν ἄρτον ἐπενόηϲαν ϲκευάζειν, ἀτροφώτερον μὲν εὔρον ἔδεϲμα, πεφευγὸϲ δ’ ὡϲ οἷόν τε μάλιϲτα τὴν ἐκ τῆϲ ἐμφράξεωϲ βλάβην. ἥκιϲτα γὰρ ὁ ἄρτοϲ οὗτοϲ ἔχει τὸ παχὺ καὶ γλίϲχρον ἀερωδέϲτεροϲ ἀντὶ γεωδεϲτέρου γεγονώϲ. ὁρῆται δ’ ἡ κουφότηϲ αὐτοῦ διά τε τοῦ ϲταθμοῦ κἀκ τοῦ μὴ δύεϲθαι καθ’ ὕδατοϲ, ἀλλ’ ἐποχεῖϲθαι τρόπον φελλοῦ.