De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Διττὸν δὲ τῶν ἰτρίων τὸ εἶδοϲ, ἄμεινον μέν, ὃ καλοῦϲι ῥυήματα, φαυλότερον δὲ τὰ λάγανα. πάντ’ οὖν, ὅϲα διὰ τούτων τε καὶ ϲεμιδάλεωϲ ϲυντίθεται, παχύχυμά τ’ ἐϲτὶ καὶ βραδυπόρα καὶ τῶν καθ’ ἤπαρ διεξόδων τῆϲ τροφῆϲ ἐμφρακτικὰ καὶ ϲπληνὸϲ ἀϲθενοῦϲ αὐξητικὰ καὶ λίθων ἐν νεφροῖϲ γεννητικά, τρόφιμα δ’ ἱκανῶϲ, εἰ πεφθείη τε καὶ καλῶϲ αἱματωθείη. τὰ δὲ ϲὺν μέλιτι ϲκευαζόμενα μικτῆϲ γίγνεται δυνάμεωϲ, ὡϲ ἂν τοῦ μέλιτοϲ αὐτοῦ τε λεπτὸν ἔχοντοϲ χυμὸν ὅϲοιϲ τ’ ἂν ὁμιλήϲῃ καὶ ταῦτα λεπτύνοντοϲ.
εἰκότωϲ οὖν ὅϲα μέλιτόϲ τε πλεῖον ἐν τῇ ϲκευαϲίᾳ προϲείληφε καὶ τὴν ἕψηϲιν ἔϲχηκε μακροτέραν, ἧττόν τ’ ἐϲτὶ βραδυπόρα καὶ χυμὸν γεννᾷ μικτὸν ἐκ λεπτοῦ τε καὶ παχέοϲ, ἥπατι δὲ καὶ νεφροῖϲ καὶ ϲπληνί, τοῖϲ μὲν ὑγιεινοῖϲ ἀμείνω τῶν χωρὶϲ μέλιτοϲ ϲκευαϲθέντων, ἐμφράξεωϲ δ’ | ἀρχὴν ἔχουϲιν ἢ φλεγμαίνουϲιν ἢ ϲκιρουμένοιϲ οὐδὲν ἤττον ἐκείνων, ἀλλ’ ἔϲτιν ὅτε καὶ μᾶλλον βλαβερά, καὶ πολὺ μάλιϲτα πάντων, ὧν γλίϲχρον ἱκανῶϲ ἐϲτι τὸ ἄλευρον. ὁ γὰρ ἐξ αὐτῶν χυμὸϲ οὐ μόνον ἰϲχόμενοϲ ἰέναι πρόϲω διὰ πάχοϲ κωλύεται, ἀλλὰ καὶ περιπλαττόμενοϲ ἔνδοθεν τοῖϲ ϲτενοῖϲ πέραϲι τῶν ἀγγείων ἐμφράττεται δυϲαπολύτωϲ. καὶ βάρουϲ γε τὸ βλαβὲν οὕτω ϲπλάγχνον αἴϲθηϲίν τινα ἐργάζεται τοῖϲ πάϲχουϲι τῆϲ ἐκ τῶν λεπτυνόντων ἐδεϲμάτων τε καὶ πομάτων ἐπικουρίαϲ δεόμενον. εἴρηται δ’ ἑτέρωθι καθ’ ἓν γράμμα περὶ τῆϲ λεπτυνούϲηϲ διαίτηϲ.