De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

μοχθηρᾶϲ γέ τοί ποτε γενομένηϲ ἀγωγῆϲ ἔτουϲ αἶραι πάμπολλαι κατὰ τοὺϲ πυροὺϲ ἐγεννήθηϲαν, ἃϲ οὐκ ἀκριβῶϲ οὔτε τῶν γεωργῶν

ἐκκαθαράντων τοῖϲ εἰϲ ταῦτ’ ἐπιτηδείοιϲ κοϲκίνοιϲ (ὀλίγοϲ γὰρ ὁ ϲύμπαϲ ἐγεωργεῖτο πυρόϲ) οὔτε τῶν ἀρτοποιῶν διὰ τὴν αὐτὴν αἰτίαν, ἐν μὲν τῷ παραχρῆμα κεφαλαλγεῖϲ ἐγίγνοντο πολλοί, τοῦ θέρουϲ δ’ εἰϲβάλλοντοϲ ἕλκη κατὰ τὸ δέρμα τῶν φαγόντων οὐκ ὀλίγοιϲ ἤ τι ϲύμπτωμα ἕτερον ἐγίγνετο κακοχυμίαϲ ἐνδεικτικόν.

οὔκουν ἀμελεῖν προϲήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸϲ ἐδωδὴν παραϲκευαζόμενα ϲπέρματα, γιγνώϲκονταϲ, εἰ καὶ τῆϲ καθ’ ἑκάϲτην ἡμέραν βλάβηϲ οὐκ αἰϲθανόμεθα διὰ βραχύτητα, τὸ γ’ ἀθροιζόμενον ἐξ αὐτῆϲ χρόνῳ πλείονι φανερὸν γενήϲεϲθαί ποτε.