De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ταῦτα μὲν οὖν πάνυ μοχθηρὰ ϲπέρματα. τὸ μελάμπυρον δὲ καλούμενον ἐκ μεταβολῆϲ μὲν καὶ αὐτὸ γεννᾶται τῶν πυρῶν, ἀπολείπεται δὲ πάμπολυ τῆϲ ἐν ταῖϲ αἴραιϲ κακίαϲ. εὖρε δὲ καὶ κατ’ ἄλλα ϲπέρματα τοιαύταϲ τινὰϲ γιγνομέναϲ μεταβολάϲ. ὅθεν ἐκέλευϲε τοὺϲ χρωμένουϲ αὐτοῖϲ ἐκλέγειν ἄπαν τὸ μοχθηρόν, ὅταν εἰϲ χρῆϲιν ὑγιεινὴν ἄγηται τὰ ϲπέρματα, καὶ μὴ καταφρονεῖν, ὥϲπερ οἱ ταῖϲ δήμοιϲ ὑπηρετούμενοι ϲιτοποιοί
μοχθηρᾶϲ γέ τοί ποτε γενομένηϲ ἀγωγῆϲ ἔτουϲ αἶραι πάμπολλαι κατὰ τοὺϲ πυροὺϲ ἐγεννήθηϲαν, ἃϲ οὐκ ἀκριβῶϲ οὔτε τῶν γεωργῶν
ἐκκαθαράντων τοῖϲ εἰϲ ταῦτ’ ἐπιτηδείοιϲ κοϲκίνοιϲ (ὀλίγοϲ γὰρ ὁ ϲύμπαϲ ἐγεωργεῖτο πυρόϲ) οὔτε τῶν ἀρτοποιῶν διὰ τὴν αὐτὴν αἰτίαν, ἐν μὲν τῷ παραχρῆμα κεφαλαλγεῖϲ ἐγίγνοντο πολλοί, τοῦ θέρουϲ δ’ εἰϲβάλλοντοϲ ἕλκη κατὰ τὸ δέρμα τῶν φαγόντων οὐκ ὀλίγοιϲ ἤ τι ϲύμπτωμα ἕτερον ἐγίγνετο κακοχυμίαϲ ἐνδεικτικόν.οὔκουν ἀμελεῖν προϲήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸϲ ἐδωδὴν παραϲκευαζόμενα ϲπέρματα, γιγνώϲκονταϲ, εἰ καὶ τῆϲ καθ’ ἑκάϲτην ἡμέραν βλάβηϲ οὐκ αἰϲθανόμεθα διὰ βραχύτητα, τὸ γ’ ἀθροιζόμενον ἐξ αὐτῆϲ χρόνῳ πλείονι φανερὸν γενήϲεϲθαί ποτε.
Ἐπειδὴ τρεφόμεθα μὲν ἀπό τε φυτῶν καὶ ζῴων, ἤρξαντο δ’ ἀπὸ τῶν Δημητρίων ὀνομαζομένων ϲπερμάτων οἱ πρὸ ἐμοῦ πάντεϲ ἐν τῇ περὶ τῶν ἐδεϲμάτων διδαϲκαλίᾳ, διότι χρηϲιμώτατον ἐν αὐτοῖϲ τὸ τῶν ἄρτων ἔδεϲμα, διὰ τοῦτο. κἀγὼ περί τε πυρῶν καὶ κριθῶν καὶ τιφῶν ὀλυρῶν τε καὶ πρὸϲ τούτοιϲ ἔτι τῶν ὀνομαζομένων ὀϲπρίων καὶ χεδροπῶν ἐν τῷ πρώτῳ λόγῳ διελθὼν ἐϲκοπούμην. εἶτ’ ἐπὶ τὰϲ ἄλλαϲ ἐν τῷδε τῷ λόγῳ μεταβῆναι προϲήκει τροφάϲ, | ὅϲαϲ ἀπὸ φυ- τῶν ἔχομεν, εἶτ’ ἐπὶ τὰϲ ἀπὸ τῶν ζῴων, ὅϲαι χρηϲιμώτεραι τοῖϲ ἀνθρώποιϲ εἰϲί·
καὶ γὰρ καὶ τοῦτο λόγον ἔχειν ἐδόκει. καί τινεϲ οὐ διὰ πάντων τῶν ὁμογενῶν διεξελθόντεϲ οὐδὲ τὰϲ ἀπὸ τῶν φυτῶν τροφᾶϲ ἁπάϲαϲ ἐφεξῆϲ τοῖϲ Δημητρίοιϲ ϲπέρμαϲι διδάξαντεϲ ὑπὲρ ἐκείνων ἀεὶ πρότερον ἐποιήϲαντο τὸν λόγον, ὅϲα χρηϲιμώτερα τοῖϲ ἀνθρώποιϲ ἐϲτί. φαίνεται γοῦν τά τε χοίρεια κρέα καὶ τὰ τῶν ἐρίφων τε καὶ αἰγῶν καὶ μόϲχων καὶ βοῶν καὶ προβάτων, οὐδὲν δ’ ἤττον αὐτῶν ὅϲα θηρεύουϲιν ἐν τοῖϲ ὄρεϲιν οἱ κυνηγέται, πολλὴν χρείαν τοῖϲ ἀνθρώποιϲ παρεχόμενα, καθάπερ γε καὶ τῶν πτηνῶν πολλὰ καὶ τῶν ἐνύδρων.
εἶτ’ ἐννοήϲαϲ ἕκαϲτον γένοϲ ἐνὶ βιβλίῳ περιληφθῆναι ἀδύνατον ὄν, οὐ μέγα τὸ διάφορον ὑπέλαβον εἶναι, τῶν ὑπολειπομένων ἐδεϲμάτων ἐπὶ
τοῖϲ προειρημένοιϲ ἐν μὲν τῷ δευτέρῳ γράμματι τῷδε τὰϲ ἀπὸ τῶν φυτῶν τροφὰϲ διελθεῖν, ἐν δὲ τῷ τρίτῳ τὰϲ ἀπὸ τῶν ζῷων. ἐξέϲται γὰρ τῷ βουλομένῳ, προχειριζομένῳ τὸ βιβλίον, ἐν ᾧ γέγραπται τῶν τροφῶν ἡ δύναμιϲ, αἷϲ μάλιϲτα χρῆϲθαι βούλεται, ποτὲ μὲν ἐπὶ τὸ πρῶτον ἔρχε|ϲθαι, ποτὲ δ’ ἐπὶ τὸ δεύτερον ἢ τὸ τρίτον. ὅπωϲ οὖν ὁ περὶ τῶν φυτῶν λόγοϲ ἅπαϲ ἐν τοῖϲ δύο τοῖϲ πρώτοιϲ ᾗ τετελεϲμένοϲ, ἐπὶ τὰ κατάλοιπα τῶν προειρημένων ἀφίξομαι, ἀρχὴν τῷ λόγῳ τήνδε θέμενος.τὰ μὲν ἐν τῷ πρώτῳ γράμματι ϲιτία ϲπέρματα φυτῶν ἦν ἅπαντα· ἅπαντα· νυνὶ δ’ ἀπὸ τῶν καρπῶν ἄρξομαι, διορίϲαϲ πρότερον αὐτῶν τὰ ϲπέρματα, καὶ μάλιϲθ’ ὅτι πολλοῖϲ ἔδοξε διαφέρειν οὐδὲν ἢ καρπὸν εἰπεῖν ἢ ϲπέρμα. τὰ μὲν οὖν ἤδη λελεγμένα ϲπέρματα βραχύ τι καρπῶν διαφέρει, τῶν δὲ νῦν εἰρηϲομένων καρπῶν οὐκ ὀλίγον ἀφέϲτηκε. καρπὸϲ μὲν γάρ ἐϲτι ϲυκῆϲ τὸ ϲῦκον, ἡ δ’ ἐν αὐτῷ κεγχραμὶϲ ϲπέρμα ϲυκῆϲ, ὥϲπερ γε καὶ τῆϲ ῥαγὸϲ ὅληϲ οὔϲηϲ ἀμπέλου καρποῦ μόνον ἐϲτὶ τὸ γίγαρτον ἀμπέλου ϲπέρμα. κατὰ ταὐτὰ δ’ ἀπίου τε καὶ μηλέαϲ ὁ μὲν καρπὸϲ ἄπιόν τε καὶ μῆλόν ἐϲτι, τὸ δὲ ϲπέρμα τρεῖϲ ἢ τέτταρεϲ ἐν μέϲοιϲ αὐτοῖϲ κόκκοι.