De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Χρῶνται μὲν αὐτῷ καὶ φρύγοντεϲ ἔνιοι, καθάπερ τοῖϲ ϲκευαϲτοῖϲ ἁλϲίν, ὡϲ ὄψῳ μετὰ γάρου, χρῶνται δὲ καὶ μέλιτι φυρῶντεϲ. ἐπιπάττουϲι δ’ ἔνιοι καὶ τοῖϲ ἄρτοιϲ αὐτό, κακοϲτόμαχόν τε καὶ δύϲπεπτον
ὑπάρχον καὶ τροφὴν ὀλίγην τῷ ϲώματι παρέχον. εἰϲ δὲ διαχώρηϲιν γαϲτρὸϲ οὔτ’ ἂν ἐπαινέϲαιϲ οὔτε ψέξαιϲ αὐτό· μετέχει γε μὴν βραχύ τι καὶ τῆϲ οὐρητικῆϲ δυνάμεωϲ, ὃ μᾶλλον γίγνεται. φανερόν, ἐπειδὰν φρυχθὲν ἐϲθίηται· τηνικαῦτα δ’ ἵϲτηϲί πωϲ τὴν γαϲτέρα μᾶλλον. χρῶνται δ’ οἱ κατὰ τοὺϲ ἀγροὺϲ ἄνθρωποι πολλάκιϲ αὐτῷ μετὰ τὸ φρύξαι καὶ λειῶϲαι μέλι μιγνύντεϲ.Καὶ τούτῳ χρῶνται φρύγοντεϲ, εἶτα λειοῦντεϲ, ὡϲ ἄλευρον γενέϲθαι, μιγνύουϲι δ’ αὐτῷ καὶ μέλιτοϲ. ὀλίγον δ’ ἔχει τρόφιμον ἐν ἑαυτῷ μεταξὺ τὴν φύϲιν ὑπάρχον ἐρυϲίμου τε καὶ κυμίνου.
Οὐχ ὥϲπερ αὐτὸ τὸ φυτὸν τῆϲ καννάβεωϲ ἔοικε πωϲ τῷ ἄγνῳ, καὶ τὸ | ϲπέρμα τῷ ϲπέρματι παραπλήϲιόν πώϲ ἐϲτι τὴν δύναμιν, ἀλλ’ ἀποκεχώρηκε πάμπολυ, δύϲπεπτόν τε καὶ κακοϲτόμαχον ὂν καὶ κεφαλαλγὲϲ καὶ κακόχυμον. ὅμωϲ δ’ οὖν καὶ τοῦτό τινεϲ ἐϲθίουϲι φρύγοντεϲ ἅμα τοῖϲ ἄλλοιϲ τραγήμαϲιν.
ὀνομάζω δὲ δηλονότι τραγήματα τὰ παρὰ τὸ δεῖπνον ἐϲθιόμενα τῆϲ ἐπὶ τῷ πίνειν ἡδονῆϲ ἕνεκα. θερμαίνει δ’ ἱκανῶϲ καὶ διὰ τοῦτο καὶ κεφαλῆϲ ἅπτεται βραχεῖ πλεῖον ληφθέν, ἀτμὸν ἀναπέμπον ἐπ’ αὐτὴν θερμόν θ’ ἅμα καὶ φαρμακώδη.
Καὶ καθ’ ἑαυτὸ τοῦτο καὶ φρυγόμενον ἐϲθίεται πεπιϲτευμένον ἐπέχειν τὰϲ ἐπ’ ἀφροδίϲια γιγνομέναϲ ὁρμάϲ, τροφὴν δ’ ὀλίγην δίδωϲι τῷ
ϲώματι καὶ ταύτην ξηραίνουϲαν μὲν καὶ ψύχουϲαν, ἄφυϲον δ’ ἱκανῶϲ. κατὰ πάντ’ οὖν ταῦτα τοῖϲ ἁγνεύειν ἀφροδιϲίων βουλομένοιϲ ἐπιτήδειόν ἐϲτι· διὸ καὶ τοὔνομα τῷ φυτῷ τεθεῖϲθαι τοῦτό φαϲι. κεφαλῆϲ δ’ οὐχ ἅπτεται καθάπερ ἡ κάνναβιϲ.Τὸ ϲχῆμα τῶν ϲπερμάτων τούτων οὐ ϲτρογγύλον ἐϲτίν, ὥϲπερ τὸ τῶν κυάμων, ἀλλ’ ὑπόπλατυ μᾶλλον ὁμοίωϲ τοῖϲ φακοῖϲ. ἀποτίθενται δ’ οἱ γεωργοὶ καὶ ταῦτα ϲὺν αὐτοῖϲ τοῖϲ λοβοῖϲ ἅμα τοῖϲ φυτοῖϲ ὅλοιϲ ἕνεκα τῆϲ τῶν ἀλόγων θρεμμάτων τροφῆϲ. ἐν λιμῷ γε μὴν οἶδα καὶ τούτων ἐνίουϲ φαγόνταϲ καὶ μάλιϲτα τοῦ ἤροϲ, ἔτι χλωρῶν ὄντων, ὥϲπερ καὶ ἐρεβίνθων τε καὶ κυάμων ἐϲθίουϲι ϲυνήθωϲ. ἔϲτι δ’ οὐκ ἀηδῆ μόνον, ἀλλὰ καὶ δύϲπεπτα καὶ ϲταλτικὰ γαϲτρόϲ.