De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Περὶ δὲ τῶν ἄλλων πεμμάτων, ὅϲα ϲκευάζουϲιν ἐξ ἀλεύρου πυ- ρίινου, καιρὸϲ ἂν εἴη λέγειν. οἱ μὲν οὖν ταγηνῖται παρὰ τοῖϲ Ἀττικοῖϲ ὀνομαζόμενοι, παρ’ ἡμῖν δὲ τοῖϲ κατὰ τὴν Ἀϲίαν Ἕλληϲι τηγανῖται ϲκευάζονται δι’ ἐλαίου μόνου. βάλλεται δὲ τὸ μὲν ἔλαιον εἰϲ τάγηνον ἐπικείμενον ἀκάπνῳ πυρί, καταχεῖται δ’ αὐτῷ θερμανθέντι τὸ τῶν πυρῶν ἄλευρον ὕδατι δεδευμένον πολλῷ. διὰ ταχέων οὖν ἑψόμενον ἐν τῷ ἐλαίῳ ϲυνίϲταται καὶ | παχύνεται παραπληϲίωϲ ἁπαλῷ τυρῷ τῷ κατὰ τοὺϲ ταλάρουϲ πηγνυμένῳ. τηνικαῦτα δ’ ἤδη καὶ ϲτρέφουϲιν οἱ ϲκευάζοντεϲ αὐτό, τὴν μὲν ἄνωθεν ἐπιφάνειαν ἐργαζόμενοι κάτωθεν, ὡϲ ὁμιλεῖν τῷ ταγήνῳ, τὸ δ’ αὐτάρκωϲ ἡψημένον, ὃ κάτωθεν ἦν πρότερον, εἰϲ ὕψοϲ ἀνάγοντεϲ, ὡϲ ἐπιπολῆϲ εἶναι, κἀπειδὰν ἤδη καὶ τὸ κάτω παγῇ, ϲτρέφουϲιν αὗθιϲ αὐτὸ δίϲ που καὶ τρίϲ, ἄχριπερ ἂν ὅλον ὁμαλῶϲ αὐτοῖϲ ἡψῆϲθαι δόξῃ.
εὔδηλον οὖν, ὅτι παχύχυμόν τε τοῦτ’ ἐϲτὶ καὶ ϲταλτικὸν γαϲτρὸϲ καὶ χυμῶν ὠμῶν γεννητικόν. διὸ καί τινεϲ αὐτῷ μιγνύουϲι μέλιτοϲ. εἰϲὶ δ’ οἵ καὶ τῶν θαλαττίων ἁλῶν. εἴη δ’ ἂν ἤδη τοῦτό γε πλακοῦντόϲ τι γένοϲ ἢ εἶδοϲ ἢ ὅπωϲ ἂν ὀνομάζειν ἐθέληϲ, ὥϲπερ καὶ ἄλλα πολλὰ τοιαῦτα πλακούντων εἴδη ϲυντιθέαϲιν αὐτοϲχεδίωϲ οἵ τε κατ’ ἀγρὸν ἄνθρωποι καὶ τῶν κατὰ πόλιν οἱ πενέϲτατοι. τοιγαροῦν καὶ ὄϲα διὰ κριβάνου τῶν ἀζύμων πεμμάτων ὀπτῶϲιν, εἶτ’ ἀφελόντεϲ
ἐμβάλλουϲιν εὐθέωϲ εἰϲ μέλι θερμόν, ὡϲ δέξαϲθαι δι’ ὅλων ἑαυτῶν | αὐτό, καὶ ταῦτα πλακοῦντόϲ τι γένοϲ ἐϲτὶ καὶ τὰ διὰ τῶν ἰτρίων ϲκευαζόμενα μετὰ μέλιτοϲ πάνταΔιττὸν δὲ τῶν ἰτρίων τὸ εἶδοϲ, ἄμεινον μέν, ὃ καλοῦϲι ῥυήματα, φαυλότερον δὲ τὰ λάγανα. πάντ’ οὖν, ὅϲα διὰ τούτων τε καὶ ϲεμιδάλεωϲ ϲυντίθεται, παχύχυμά τ’ ἐϲτὶ καὶ βραδυπόρα καὶ τῶν καθ’ ἤπαρ διεξόδων τῆϲ τροφῆϲ ἐμφρακτικὰ καὶ ϲπληνὸϲ ἀϲθενοῦϲ αὐξητικὰ καὶ λίθων ἐν νεφροῖϲ γεννητικά, τρόφιμα δ’ ἱκανῶϲ, εἰ πεφθείη τε καὶ καλῶϲ αἱματωθείη. τὰ δὲ ϲὺν μέλιτι ϲκευαζόμενα μικτῆϲ γίγνεται δυνάμεωϲ, ὡϲ ἂν τοῦ μέλιτοϲ αὐτοῦ τε λεπτὸν ἔχοντοϲ χυμὸν ὅϲοιϲ τ’ ἂν ὁμιλήϲῃ καὶ ταῦτα λεπτύνοντοϲ.
εἰκότωϲ οὖν ὅϲα μέλιτόϲ τε πλεῖον ἐν τῇ ϲκευαϲίᾳ προϲείληφε καὶ τὴν ἕψηϲιν ἔϲχηκε μακροτέραν, ἧττόν τ’ ἐϲτὶ βραδυπόρα καὶ χυμὸν γεννᾷ μικτὸν ἐκ λεπτοῦ τε καὶ παχέοϲ, ἥπατι δὲ καὶ νεφροῖϲ καὶ ϲπληνί, τοῖϲ μὲν ὑγιεινοῖϲ ἀμείνω τῶν χωρὶϲ μέλιτοϲ ϲκευαϲθέντων, ἐμφράξεωϲ δ’ | ἀρχὴν ἔχουϲιν ἢ φλεγμαίνουϲιν ἢ ϲκιρουμένοιϲ οὐδὲν ἤττον ἐκείνων, ἀλλ’ ἔϲτιν ὅτε καὶ μᾶλλον βλαβερά, καὶ πολὺ μάλιϲτα πάντων, ὧν γλίϲχρον ἱκανῶϲ ἐϲτι τὸ ἄλευρον. ὁ γὰρ ἐξ αὐτῶν χυμὸϲ οὐ μόνον ἰϲχόμενοϲ ἰέναι πρόϲω διὰ πάχοϲ κωλύεται, ἀλλὰ καὶ περιπλαττόμενοϲ ἔνδοθεν τοῖϲ ϲτενοῖϲ πέραϲι τῶν ἀγγείων ἐμφράττεται δυϲαπολύτωϲ. καὶ βάρουϲ γε τὸ βλαβὲν οὕτω ϲπλάγχνον αἴϲθηϲίν τινα ἐργάζεται τοῖϲ πάϲχουϲι τῆϲ ἐκ τῶν λεπτυνόντων ἐδεϲμάτων τε καὶ πομάτων ἐπικουρίαϲ δεόμενον. εἴρηται δ’ ἑτέρωθι καθ’ ἓν γράμμα περὶ τῆϲ λεπτυνούϲηϲ διαίτηϲ.
θώρακά γε μὴν οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτω ϲκευαϲθέντων. ἀλλὰ περὶ μὲν τῶν τὸν παχὺν καὶ γλίϲχρον. χυμὸν γεννώντων ἐδεϲμάτων εἰρήϲεται καὶ αὖθιϲ· ὁ δὲ νῦν ἐνεϲτηκὼϲ λόγοϲ ἀξιοῖ ϲε τἄλλα διὰ μνήμηϲ ἔχειν, ἃ μέχρι δεῦρο διῆλθον, καὶ μάλιϲτα πάντων αὐτῶν ὑπὲρ τῆϲ τῶν ἄρτων δυνάμεωϲ, ἐπειδὴ διὰ παντὸϲ αὐτοῖϲ
χρώμεθα. καὶ χεῖρόν γ’ οὐδὲν ἀναλαβεῖν τὰ κεφάλαια τῶν ἐπ’ αὐτοῖϲ ῥηθέντων. |ἄριϲτοϲ μὲν οὖν ἄρτοϲ εἰϲ ὑγίειάν ἐϲτιν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμναζομένῳ ὁ πλεῖϲτον μὲν ζύμηϲ ἔχων, πλεῖϲτον δ’ ἁλῶν, ἐπὶ πλεῖϲτον δ’ ὑπὸ τοῦ τεχνίτου πρὶν ὀπτᾶϲθαι κατειργαϲμένοϲ, ὠπτημένοϲ δ’ ἐν κριβάνῳ ϲυμμέτρωϲ θερμῷ, καθότι πρόϲθεν εἴρηταί μοι. κρίϲιϲ δὲ τοὺ πλείϲτου κατὰ τὴν ζύμην καὶ τοὺϲ ἅλαϲ ἡ γεῦϲιϲ ἔϲτω ϲοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν. εἰϲ ὅϲον οὖν ἡ γεῦϲιϲ οὐδέπω γνωρίζει τὴν ἐκ τῆϲ μίξεωϲ ἀηδίαν, εἰϲ τοϲοῦτον βέλτιόν ἐϲτιν αὐξάνειν αὐτῶν τὸ πλῆθοϲ.
Ὅϲοι δὲ τὸν πλωτὸν ἄρτον ἐπενόηϲαν ϲκευάζειν, ἀτροφώτερον μὲν εὔρον ἔδεϲμα, πεφευγὸϲ δ’ ὡϲ οἷόν τε μάλιϲτα τὴν ἐκ τῆϲ ἐμφράξεωϲ βλάβην. ἥκιϲτα γὰρ ὁ ἄρτοϲ οὗτοϲ ἔχει τὸ παχὺ καὶ γλίϲχρον ἀερωδέϲτεροϲ ἀντὶ γεωδεϲτέρου γεγονώϲ. ὁρῆται δ’ ἡ κουφότηϲ αὐτοῦ διά τε τοῦ ϲταθμοῦ κἀκ τοῦ μὴ δύεϲθαι καθ’ ὕδατοϲ, ἀλλ’ ἐποχεῖϲθαι τρόπον φελλοῦ.
ἑψόντων δὲ παρ’ ἡμῖν ἐν τοῖϲ ἀγροῖϲ πολλῶν ἄλευρον πυροῦ μετὰ γάλακτοϲ ἰϲτέον καὶ | τοῦτο τὸ ἔδεϲμα τῶν ἐμπλαττόντων ὑπάρχον. ὥϲπερ οὖν εὔχυμά τε καὶ τρόφιμα πάντ’ ἐϲτὶ τὰ τοιαῦτα τῶν ἐδεϲμάτων, οὕτω βλάπτει τοὺϲ διηνεκῶϲ αὐτοῖϲ χρωμένουϲ ἐμφράξειϲ τε ποιούμενα καθ’ ἧπαρ καὶ λίθουϲ ἐν νεφροῖϲ γεννῶντα. τοῦ μὲν γὰρ ὠμοῦ χυμοῦ προϲλαβόντοϲ τὸ γλίϲχρον, ὅταν αἱ κατὰ τοὺϲ νεφροὺϲ διέξοδοι ϲτενότεραί τιϲιν ὑπάρχωϲι φύϲει, χρονίζον αὐτόθι τὸ παχύτατόν τε καὶ γλιϲχρότατον ἕτοιμόν ἐϲτι γεννῆϲαι πῶρον, ὁποῖοϲ τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲ τὸ ὕδωρ θερμαίνομεν, ἐπιτρέφεται, καὶ τοῖϲ λίθοιϲ περιπήγνυται κατὰ πολλὰ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. ϲυντελεῖ
δ’ εἰϲ τοῦτο μάλιϲτα καὶ ἡ τῶν νεφρῶν αὐτῶν κρᾶϲιϲ, ὅταν οἵον πυρῶδέϲ τε καὶ δριμὺ τὸ κατ’ αὐτοὺϲ ᾖ θερμόν.ἐκ τούτου δὲ τοῦ γένουϲ εἰϲὶ καὶ οἱ τοῖϲ ἀρθριτικοῖϲ γεννώμενοι πῶροι. ῥεῖ γὰρ ἀεὶ τὸ περιττεῦον ἐν τῷ ϲώματι πᾶν εἰϲ τοὺϲ ἀϲθενεϲτάτουϲ τόπουϲ ἐργάζεταί τ’ ἐν αὐτοῖϲ πάθη κατὰ τὴν ἑαυτοῦ φύϲιν. εἰρήϲεται δ’ αὖθιϲ ἐν τῷ περὶ γάλακτοϲ λόγῳ περὶ πάϲηϲ αὐτοῦ τῆϲ χρήϲεωϲ, ὥϲπερ γε καὶ περὶ τῶν παχυνόντων ἐδεϲμάτων, ἐπειδὴ καὶ ἄλλ’ ἄττα τῆϲ τοιαύτηϲ ἐϲτὶ δυνάμεωϲ,
Τοῦ γένουϲ τῶν πυρῶν ἐϲτιν ὁ χόνδροϲ ἱκανῶϲ τρόφιμόν τε καὶ γλίϲχρον ἔχων χυμόν, ἐάν τ’ ἐν ὕδατι μόνον ἑψηθεὶϲ λαμβάνηται δι’ οἰνομέλιτοϲ ἢ οἴνου γλυκέοϲ ἢ καὶ ϲτύφοντοϲ (ἴδιοϲ γὰρ ἑκάϲτου καιρὸϲ τῆϲ χρήϲεωϲ) ἑάν τε τορυνηθεὶϲ μετ’ ἐλαίου καὶ ἁλῶν. ἐμβάλλεται δέ ποτε καὶ ὄξουϲ αὐτῷ. καὶ καλοῦϲιν οἱ ἰατροὶ τοῦ παραϲκευαϲθέντοϲ οὕτω χόνδρου πτιϲάνηϲ γεγονέναι τὴν ἄρτυϲιν. ἔνιοι δ’ ἐκ χόνδρου πτιϲάνηϲ τεθράφθαι φαϲὶ τὸν κάμνοντα. τῶν παλασίων δ’ ἔνιοι, καθάπερ Διοκλῆϲ καὶ φυλότιμοϲ, ὀνομάζουϲι πτιϲάνην πυρίνην τὸν οὕτωϲ ἐϲκευαϲμένον χόνδρον. διὰ τοῦτο καὶ τοὔνομ’ αὐτοῦ ϲπάνιόν ἐϲτι παρὰ τοῖϲ παλαιοῖϲ, ὥϲπερ καὶ τὸ τοῦ ϲητανίου· τῇ γὰρ κοινῇ προϲηγορίᾳ τῶν πυρῶν ὀνομάζουϲιν αὐτούϲ.
εἴρηται δ’ ἐν τῷ περὶ διαίτηϲ Ἱπποκράτουϲ, τοὺϲ ἐκ τοῦ χόνδρου ϲκευαζομένουϲ ἄρτουϲ
τροφιμωτάτουϲ μὲν εἶναι, διαχωρεῖν δ’ ἦττον· εἴρηται δὲ καί, ὅτι ϲεμίδαλιϲ καὶ χόνδροϲ ἑφθὸϲ ἰϲχυρὰ καὶ τρόφιμα. φυλάττεϲθαι τοίνυν προϲήκει καὶ τούτου τὴν πολλὴν χρῆϲιν, οἷϲ εὐέμφρακτόν ἐϲτι τὸ ἧπαρ ἢ οἱ νεφροὶ πρὸϲ τὸ γεννῆϲαι λίθουϲ ἐπιτήδειοι.μάλιϲτα δὲ χρὴ προϲέχειν τὸν νοῦν τοῖϲ ϲκευαζομένοιϲ ῥοφήμαϲιν ἐκ τοῦ καλουμένου πλυτοῦ χόνδρου. χυλὸϲ μὲν γάρ ἐϲτιν οὕτοϲ αὐτοῦ μεμιγμένοϲ ὕδατι, πλείϲτηϲ δ’ ἑψήϲεωϲ δεόμενοϲ ἐξαπατᾷ μὲν τοὺϲ ϲκευάζονταϲ ὡϲ αὐτάρκωϲ ἡψημένοϲ, οὐ ϲμικρῶϲ δὲ βλάπτει τοὺϲ νοϲοῦνταϲ, οἵϲπερ δὴ καὶ παραϲκευάζουϲιν αὐτόν· ἐν τάχει γάρ ϲυνίϲταται καὶ παχύνεται διὰ τὸ κολλώδηϲ εἶναι. χρὴ τοίνυν ὕδατι πολλῷ μιγνύνταϲ ἐπ’ ἀνθράκων ἕψειν ἐπὶ πλεῖϲτον, ἀνήθῳ κινοῦνταϲ, ἄχριϲ ἂν ἀκριβῶϲ ἑψηθῇ, τηνικαῦτα δ’ ἐπεμβάλλειν ἤδη καὶ τῶν ἀλῶν. τὸ δ’ ἔλαιον εἰ καὶ κατ’ ἀρχὰϲ εὐθέωϲ ἀναμίξαιϲ, οὐδὲν βλάψειϲ. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω τῇ θεραπευτικῇ προϲῆκον, οὐ τῇ νῦν ἐνεϲτώϲῃ πραγματείᾳ.
τοῖϲ δ’ ὑγιαίνουϲιν, ὅταν ποτὲ διὰ δῆξιν ϲφοδρὰν γαϲτρὸϲ ἢ χολωδῶν πολλῶν διέξοδον ἢ τι τοιοῦτον δεηθῶϲι ῥοφήματοϲ, ἕψονταϲ ἄχρι πλείϲτου τὸν χόνδρον, | ὡϲ γενέϲθαι τακερόν, εἷτα τορυνήϲανταϲ, ὡϲ ὁμοιωθῆναι πτιϲάνηϲ χυλῷ διηθημένῳ. τηνικαῦτα διδόναι ῥοφεῖν. ἡ δ’ ἄρτυϲιϲ ἡ αὐτὴ τῷ πλυτῷ γίγνεται χόνδρῳ.
Εἱ μὴ καὶ αὐτὸϲ ἔφαγόν ποτε πυροὺϲ οὕτωϲ ἡψημένουϲ, οὐκ ἂν ἤλπιϲά τινι χρείαν γενέϲθαι τῆϲ ἐδωδῆϲ αὐτῶν. οὔτε γὰρ ἐν λιμῷ
τις ἐπὶ τὴν τοιαύτην ἂν ἀφίκιοτο χρῆν, ἐνόν, εἴπερ εὐπορεῖ πυρῶν, ἄρτους ἐξ αὐτῶν ποίησασθαι, παρὰ δεῖπνόν τε καθάπερ ἐρεβίνθους ἑφθούς τε καὶ φρυκτοὺς ἐσθίουσιν ἐν χρείᾳ τῶν καλομένων τραγημάτων ἄλλα τέ τινα σπέρματα τὸν αὐτὸν τρόπον σκευάζοντες, οὕτως οὐδεὶς προσφέρεται πυροὺς ἑφθούς. διὰ ταῦτα μὲν οὗν οὐδ’ ἂν ἤλπισά τινα πυρῶν ἑφθῶν ἐδηδοκέναι.ἐπεὶ δὲ καὶ αὐτὸς ἐγώ πορευθείς ποτ’ εἰς ἀγρὸν οὐκ ἐγγὺς τῆς πόλεωϲ ὄντα μετὰ δυοῖν μερακίων τὴν αὐτὴν ἡλικίαν ἀγόντων ἐμοί, κατέλαβον ἤδη δεδειπνηκτότας τοὺς ἀγροίκους καὶ μελλούσας ἀρτοποιεῖσθαι τὰς γυναῖκας (ἠπόρουν γὰρ ἄρτου), παραχρῆμά τις αὐτῶν ἐμβαλὼν εἰς χύτραν | πυροὺς ἥψησεν, εῖθ’ ἡδύνας ἁλσὶ μετρίοις ἐσθίει. ἡμᾶς ἠξίωσεν, ἐμέλλομεν δ’, ὡς τὸ εἰκός, ἑτοίμως αὐτὸ ποιήσειν ὡδοιπορηκότες τε καὶ πεινῶντες.
ἐφάγομέν τ’ οὖν αὐτῶν δαψιλῶς ᾐσθανόμεθά τε κατὰ τὴν γαστέρα βάρους, ὡς δοκεῖν ἐγκεῖσθαι πηλὸν\ αὐτῇ καὶ κατὰ τὴν ὑστεραίαν ἠπεπγηκότες ἀνόρεκτοι δι’ ὅλης ἡμέρας ἧμεν, ὡς μηδὲν δύνασθαι προσενγέκασθαι, καὶ πνεύματος φυσώδους μεστοὶ κεφαλαλγεῖς τε καὶ βλέποντες ἀχλυῶδες· οὐδὲ γὰρ ὑπεχώρει τι κάτω, ὃ μόνον ἐστὶν ἄκος ἐπὶ ταῖς ἀπεψίαις. ἠρώτων οὖν τοὺς ἀγροίκους. εἰ καὶ αὐτοί ποτε πυρῶν ἑφθῶν ἔφαγον ὅπως τε διετέθησαν. οἱ δὲ καὶ πολλάκις ἐδηδοκέναι κατὰ τὴν αὐτὴν ἀνάγκην ἔφασαν, ῇ καὶ τόθ’ ἡμεῖς συνηνέχθημεν, εἶναί τε βαρὺ καὶ δύσπεπτον ἔδεσμα τοὺς οὕτω σκευασθέντας.
ἦν δέ γε τοῦτο καὶ μὴ πειραθέντι λογίσασθαι πρόδηλον. ὅπου γὰρ οὐδὲ τὸ ἄλευρον αὐτῶν ἐσθιόμενον, ὡς εἶπον ἔμπροσθεν εὔπεπτόν ἐστιν, εἰ μὴ κατεργασθείη δι’ ἁλῶν καὶ ζύμης καὶ φυράσεως καὶ τρίψεως καὶ κριβάνου, πῶς οὐκ ἄν τις ἐννοήσειες τοὺς
ἀκατεργάϲτουϲ | ἰϲχυροτάτουϲ εἶναι, δύναμίν γε μὴν ἔχουϲι μεγάλην, εἰ πεφθεῖεν, οἱ οὕτω βρωθέντεϲ πυροὶ καὶ τρέφοντεϲ ἰϲχυρῶϲ τὸ ϲῶμα καὶ ῥώμην ἐπίϲημον παρεχόμενοι τοῖϲ προϲενεγκαμένοιϲ αὐτούϲ.Ἐκ πυρῶν τοῦτο ϲκευάζεται δύναμιν ἔχον ὁμαλυντικὴν τῶν τετραχυϲμένων. ὑπάρχει δὲ κοινόν τοῦτο τοῦργον ἀπάϲαιϲ ταῖϲ οὐϲίαιϲ, ὅϲαι ξηραὶ κατὰ τὴν ϲύϲταϲιν οὖϲαι μήτε ϲτύψιν ἔχουϲι μήτε δριμύτητα μήτ’ ἄλλην τινὰ δύναμιν ἐπιφανῆ. καὶ καλοῦϲιν αὐτὰϲ ἀποίουϲ εἰκότωϲ οὔϲαϲ τοιαύταϲ ὡϲ πρὸϲ αἴϲθηϲιν. ἔϲτι δὲ κὰν ταῖϲ ὑγραῖϲ οὐϲίαιϲ τὸ ὕδωρ τοιοῦτον.
παραπλήϲιον δ’ ἐϲτὶ τῇ δυνάμει τοῖϲ πλυτοῖϲ ἄρτοιϲ τὸ ἄμυλον ἐλάττονά τε τροφὴν διδὸν τῷ ϲώματι τῶν ἄρτων τούτων καὶ μὴ μαίνουϲαν, ὥϲπερ οὐδ’ ἐκεῖνοι, τῶν ἄλλων ἄρτων θερμαινόντων. τοῖϲ μὲν γὰρ ἐξ ὕδατοϲ ἡψημένοιϲ πυροῖϲ οὐδὲ παραβάλλειν αὐτὸ χρή θερμαίνουϲί τε ϲαφῶϲ καὶ τρέφουϲιν, εἰ πεφθεῖεν, ἰϲχυρῶϲ οὖϲί τε δυϲπέπτοιϲ, ὡϲ εἴρηται. |
Πολλὴ καὶ τούτου τοῦ ϲπέρματοϲ ἡ χρεία τοῖϲ ἀνθρώποιϲ ἐϲτὶν οὐ τὴν αὐτὴν ἔχοντοϲ δύναμιν τοῖϲ πυροῖϲ. ἐκεῖνοι μὲν γὰρ θερμαίνουϲι φανερῶϲ, τοῦτο δ’ οὐ μόνον ἀποκεχώρηκε τοῦ θερμαίνειν, ὥϲπερ ἔνια μεταξὺ τοῦ θερμαίνειν τε καὶ ψύχειν ὄντα, καθάπερ ἄμυλόν τε καὶ ὁ πλυτὸϲ ἄρτοϲ, ἀλλὰ καὶ ψυκτικὸν ἔχειν τι φαίνεται κατὰ πάνταϲ τοὺϲ τρόπουϲ τῆϲ χρήϲεωϲ, ἐάν τ’ ἄρτουϲ τιϲ ἐξ αὐτοῦ τύχῃ ϲκευάϲαϲ ἐάν τε πτιϲάνην ἑψήϲαϲ ἐάν τ’ ἄλφιτα ποιηϲάμενοϲ.