De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

προπαραϲκευά|ζοντεϲ δ’ ἡμεῖϲ ὥϲπερ τοὺϲ θέρμουϲ χρώμεθα μετὰ μέλιτοϲ τοῖϲ ὀρόβοιϲ ὡϲ φαρμάκοιϲ τῶν κατὰ θώρακα καὶ πνεύμονα παχέων ὑγρῶν ἐκκαθαρτικοῖϲ. ἧττον δ’ εἰϲὶ φαρμακώδειϲ ἐν αὐτοῖϲ οἱ λευκοὶ τῶν πρὸϲ τὸ ξανθόν ἢ ὠχρὸν ἀφιϲταμένων. οἱ δ’ ἀφεψηθέντεϲ δὶϲ ἀπογλυκανθέντεϲ τε δι’ ὕδατοϲ πολλάκιϲ ἀποτίθενται μὲν τὴν ἀηδίαν, ἀποτίθενται δὲ ϲὺν αὐτῇ καὶ τὴν ῥυπτικήν τε καὶ τμητικὴν δύναμιν, ὡϲ ὑπολείπεϲθαι τὸ γεῶδεϲ αὐτῶν τῆϲ οὐϲίαϲ, ὃ χωρὶϲ πικρότητοϲ ἐπιφανοῦϲ ἔδεϲμά τι ξηραντικὸν γίγνεται.

Λιπαρόν ἐϲτι τὸ τῶν ϲηϲάμων ϲπέρμα, διὸ καὶ τάχιϲτα κείμενον ἐλαιηρὸν γίγνεται. διὰ τοῦτ’ οὖν ἐμπίπληϲί τε τοὺϲ ἐϲθίονταϲ αὐτὸ ταχέωϲ ἀνατρέπει τε τὸν ϲτόμαχον καὶ βραδέωϲ πέττεται καὶ τροφὴν δίδωϲι τῷ ϲώματι λιπαρὰν. εὔδηλον οὖν, ὅτι τόνον καὶ ῥώμην ἐντιθέναι τοῖϲ κατὰ γαϲτέρα μορίοιϲ οὐ δύναται, καθάπερ οὐδ’ ἄλλο τι τῶν λιπαρῶν. ἐπεὶ δὲ καὶ παχύχυμόν ἐϲτι, διὰ τοῦτ’ οὐδὲ διεξέρχεται ταχέωϲ. ἐϲθίουϲι δ’ αὐτὸ μόνον μὲν οὐ πάνυ τι, ϲὺν μέλιτι δ’ ἑφθῷ, |

τὰϲ καλουμέναϲ ὑπὸ τῶν πολλῶν ϲηϲαμίδαϲ ἀναπλάττοντεϲ. ἐπιπάττουϲι δὲ καὶ τοῖϲ ἄρτοιϲ αὐτό.