De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἀλλὰ τό γε τοὺϲ δολίχουϲ οὐχ ἧττόν τε τῶν πιϲῶν τρέφειν ἀφύϲουϲ τ’ εἶναι παραπληϲίωϲ ἐκείνοιϲ ἐνδεικτικόν ἐϲτι τοῦ κεκληκέναι τὸν Διοκλέα τοὺϲ νῦν ὀνομαζομένουϲ φαϲηόλουϲ οὕτωϲ. ὁ γάρ τοι λάθυροϲ οὔκ ἐϲτιν ἀφυϲότεροϲ πιϲοῦ καθάπερ οὐδ’ ὦχροϲ οὐδὲ φάϲηλοϲ, εἴθ’ ἕν γένοϲ ἐϲτίν, ὡϲ ἔφην, εἴτε καὶ διαφοραί τινεϲ ἐνὸϲ γένουϲ ταῦτα

Φυλότιμοϲ δὲ καὶ Πραξαγόραϲ οὐδενὸϲ τῶν τοιούτων ἐδεϲμάτων ἐμνημόνευϲαν, ὅτι μὴ κυάμων τε καὶ πιϲῶν μόνων, ὥϲτε παρὰ γε τούτων οὐδὲν ἔχομεν εὐπορῆϲαι περὶ τοῦ τῶν δολίχων ὀνόματοϲ, ἐφ’ ὅτῳ πράγματι τέτακται. καὶ τοίνυν καλείτω μὲν ἕκαϲτοϲ, ὡϲ ἂν ἐθέλῃ, τοὺϲ νῦν ὑπὸ τῶν πολλῶν ὀνομαζομένουϲ φαϲηόλουϲ τε καὶ λοβούϲ, ἴϲτω δὲ τὴν δύναμιν αὐτῶν οὖϲαν, οἵαν ὁ Διοκλῆϲ εἷπε περὶ τῶν δολίχων.