De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
περὶ μὲν οὖν διαίτηϲ ὑγιεινῆϲ εἴρηται μὲν κὰν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ κατὰ διέξοδον, εἰρήϲεται δὲ καὶ κατὰ τόνδε τὸν λόγον αὖθιϲ ἐν βραχέϲι κεφα|λαίοιϲ. νυνὶ δὲ περὶ τῶν ὤχρων τε καὶ φαϲήλων οἷϲ εἶπον ἔτι καὶ τοῦτο προϲκείϲθω. μέϲα πώϲ ἐϲτιν ἐδέϲματα ταῦτα τῶν εὐχύμων τε καὶ κακοχύμων εὐπέπτων τε καὶ δυϲπέπτων
βραδυπόρων τε καὶ ταχυπόρων ἀφύϲων τε καὶ φυϲωδῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων. οὐδὲ γὰρ οὐδὲ ποιότητά τινα δραϲτήριον ἔχει, καθάπερ ἔνια τῶν δρικεῖϲ ἢ ϲτρυφνοὺϲ ἢ ἁλυκοὺϲ ἢ γλυκεῖϲ ἢ πικροὺϲ ἐχόντων χυμούϲ.Παραπλήϲιοι μέν εἰϲι τὴν οὐϲίαν οἱ λάθυροι τοῖϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, χρῶνται δ’ αὖ καὶ τούτοιϲ πλείϲτοιϲ οἱ κατὰ τὴν ἡμετέραν. Ἀϲίαν ἄγροικοι, καὶ μάλιϲτα κατὰ τὴν Μυϲίαν τε καὶ φρυγίαν, οὐ μόνον ὥϲπερ οἱ κατὰ τὴν Ἀλεξάνδρειάν τε καὶ πολλὰϲ ἄλλαϲ πόλειϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, ἀλλὰ καὶ ϲκευάζοντεϲ ὁμοίωϲ τῇ φακοπτιϲάνῃ. χυλὸν δ’ ἔχουϲι τῇ μὲν δυνάμει παραπλήϲιον ὤχροιϲ τε καὶ φαϲήλοιϲ, παχύτερον δὲ τῇ ϲυϲτάϲει, καὶ δι’ αὐτό γε τοῦτο τροφιμώτεροί πωϲ ἐκείνων εἰϲίν. |