De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

καί τινα νεανίϲκον οἶδα, κατὰ τὴν Ἀλεξάνδρειαν ❮τὴν❯ ἰατρικὴν τέχνην ἐξαϲκοῦντα, καθ’ ἑκάϲτην ἡμέραν ὄψῳ χρώμενον ἐτῶν τεττάρων μόνοιϲ τούτοιϲ, τήλει λέγω καὶ φαϲήλοιϲ καὶ ὤχροιϲ καὶ θέρμοιϲ. ἥπτετο δέ ποτε καὶ τῶν ἐκ τῆϲ Μέμφιδοϲ ἐλαιῶν καὶ λαχάνων καὶ καρπῶν ὀλίγων, ὅϲοι χωρὶϲ ἑψήϲεωϲ ἐϲθίονται· προὔκειτο γὰρ αὐτῷ μηδὲ πῦρ ἀνάπτειν. ὑγίαινέ τ’ οὖν οὗτοϲ ἐν ἅπαϲιν ἐκείνοιϲ τοῖϲ ἔτεϲι καὶ τὴν τοῦ ϲώματοϲ ἕξιν οὐδέν τι χείρονα τῆϲ ἐξ ἀρχῆϲ ἔϲχεν. ἤϲθιε δ’ αὐτὰ μετὰ γάρου δηλονότι, τῷ γάρῳ ποτὲ μὲν ἔλαιον ἐπεμβάλλων μόνον, ποτὲ δὲ καὶ οἶνον, ἔϲτι δ’ ὅτε καὶ ὄξοϲ, ἐνίοτε δὲ καὶ μεθ’ ἁλῶν μόνον, ὥϲπερ τοὺϲ θέρμουϲ