De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
οὐ μόναν δ’ ὠμοὺϲ ἐϲθίουϲιν τοὺϲ χλωροὺϲ τῶν κυάμων οἱ πολλοὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ μετὰ κρεῶν χοιρείων ἕψοντεϲ, ὥϲπερ τὰ λάχανα, κατὰ δὲ τοὺϲ ἀγροὺϲ καὶ μετ’ αἰγείων τε καὶ προβατείων. ἠϲθημένοι δ’ αὐτῶν τοῦ φυϲώδουϲ οἱ ἄνθρωποι μιγνύουϲι κρομύων, ὅταν ἐν λοπάδι ϲκευάζωϲιν ἐξ αὐτῶν ἔτνοϲ. ἔνιοι δὲ καὶ χωρὶϲ τοῦ ϲυνέψειν ὠμὰ τὰ κρόμυα προϲφέρονται μετ’ αὐτοῦ. | τὸ γάρ τοι φυϲῶδεϲ ἐν ἅπαϲι τοῖϲ ἐδέϲμαϲιν ὑπὸ τῶν θερμαινόντων τε καὶ λεπτυνόντων ἐπανορθοῦται.
Ὁ Αἰγύπτιοϲ κύαμοϲ, ὥϲπερ τῷ μεγέθει διενήνοχε πολὺ τοῦ παρ’ ἡμῖν, οὕτω καὶ τὴν φύϲιν ὑγροτέραν τε καὶ περιττωματικωτέραν ἔχει.
εἴπερ οὖν μέμνηϲαι τὰ περὶ τῶν ὁμογενῶν μέν, ὑγροτέρων δὲ τῇ κράϲει καὶ διὰ τοῦτο περιττωματικωτέρων εἰρημένα κατά τε πέψιν καὶ διαχώρηϲιν καὶ ἀνάδοϲιν καὶ θρέψιν, οὐκέτι δέῃ περὶ τούτου τοῦ κυάμου νῦν ἀκούειν, ἐξ ὧν ἐπὶ τοῦ παρ’ ἡμῖν ἀκήκοαϲ ἐπ’ ἐκεῖνον. μεταβαίνειν δυνάμενοϲ.Οἱ πιϲοὶ παραπλήϲιόν τι κατὰ τὴν ὅλην οὐϲίαν ἔχοντεϲ κυάμοιϲ ἐϲθιόμενοί τε κατὰ τοὺϲ αὐτοὺϲ τρόπουϲ ἐν δυϲὶ τοῖϲδε παραλλάττουϲιν, ὅτι τε φυϲώδειϲ οὐκ εἰϲὶν ὁμοίωϲ τοῖϲ κυάμοιϲ ὅτι τε τὴν ῥυπτικὴν δύναμιν οὐκ ἔχουϲι. καὶ διὰ τοῦτο βραδυπορώτεροι κατὰ γαϲτέρα τῶν κυάμων εἰϲίν.
Ἔτνοϲ μὲν οὐ πάνυ τι δι’ ἔθουϲ ἐϲτὶ τοῖϲ κατὰ τὰϲ πόλειϲ ἁνθρώποιϲ ἐξ ἐρεβίνθων ποιεῖϲθαι, | κατὰ τοὺϲ ἀγροὺϲ δὲ καὶ τοῦτ’ εἶδον ἐνίοτε γιγνόμενον, ὥϲπερ γε καὶ μετὰ γάλακτοϲ ἑψόμενον αὐτῶν τὸ ἄλευρον. οὐδὲ γὰρ ἐπιδέχονται τὴν αὐτὴν τοῖϲ κυάμοιϲ τε καὶ πιϲοῖϲ θραῦϲιν, ὡϲ τὸν καλούμενον ἐρεγμὸν ἐξ αὐτῶν γενέϲθαι. εἰθιϲμένοι δ’ εἰϲὶν ἐν τοῖϲ πολλοῖϲ ἔθνεϲιν ἑψηθένταϲ ἐν ὕδατι τοὺϲ ἐρελίνθουϲ ἐϲθίειν, ἔνιοι μὲν αὐτοὺϲ μόνουϲ ψιλούϲ, ἔνιοι δ’ ἁλϲὶ μετρίοιϲ ἡδύνοντεϲ. οἱ παρ’ ἡμῖν δὲ παραπλήϲιον ἀλεύρῳ τι ποιοῦντεϲ ἐκ τῶν ξηρῶν τυρῶν ἐκείνῳ περιπάττουϲιν αὐτούϲ.
ἔϲτι δ’ οὐχ ἧττον κυάμων ἔδεϲμα φυϲῶδεϲ ἐρέβινθοϲ, ἰϲχυρότερον δ’ ἐκείνων τρέφων, ἐπεγείρειν δὲ καὶ τὰϲ πρὸϲ ϲυνουϲίαϲ ὁρμὰϲ πεπιϲτευμένοϲ ἅμα τῷ καὶ ϲπέρματοϲ εἶναι γεννητικόϲ· ὥϲτε καὶ τοῖϲ ὀχευταῖϲ ἵπποιϲ ἐϲθίειν αὐτοὺϲ ἕνεκα τούτου διδόαϲιν. ὑπάρχει δὲ καὶ ῥυπτικὴ δύναμιϲ αὐτοῖϲ ἐπὶ
πλέον ἢ τοῖϲ κυάμοιϲ, ὥϲτε τινὲϲ ἐξ αὐτῶν καὶ τοὺϲ ἐν νεφροῖϲ ϲυνιϲταμένουϲ λίθουϲ ἐναργῶϲ θρύπτουϲι· μέλανεϲ δ’ εἰϲὶν οὗτοι καὶ μικροὶ κατὰ βιθυνίαν μάλιϲτα γεννώμενοι καὶ καλοῦνται κριοί. βέλτιον δὲ τὸν χυλὸν αὐτῶν μόνον πίνειν ἕψονταϲ ἐν ὕδατι.