De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
| οὕτω δὲ καὶ τὴν τευτοφακῆν ὁ Ταραντῖνοϲ Ἡρακλείδηϲ οὐ μόνον ὑγιαίνουϲιν, ἀλλὰ καὶ νοϲοῦϲιν ἐδίδου· μέϲον γὰρ καὶ τοῦτ’ ἐϲτὶν ἐξ ἐναντίων ϲυγκείμενον ἔδεϲμα, διὰ τεύτλων μὲν ἣττον ὑπέρχεται, φακῆϲ δὲ διαχωρεῖται μᾶλλον. εὔδηλον δ’ ὅτι καὶ ὁ ἀναδιδόμενοϲ ἐξ αὐτῆϲ χυμὸϲ εἰϲ τὸ ϲῶμα μικτὸϲ ἐκ τῆϲ ἀμφοτέρων ἐϲτὶ δυνάμεωϲ τῆϲ τε φακῆϲ καὶ τοῦ τεύτλου.
Πολλὴ καὶ τούτων ἐϲτὶν ἡ χρῆϲιϲ, ἔτνουϲ ἐξ αὐτῶν ϲκευαζομένου τοῦ τ’ ἐν ταῖϲ χύτραιϲ ὑγροῦ καὶ τοῦ παχέοϲ ἐν ταῖϲ λοπάϲι. καὶ τρίτη δέ τίϲ ἐϲτιν αὐτοῦ ϲκευαϲία μετὰ πτιϲάνηϲ μιγνυμένου. καὶ πλείϲτῳ γε τούτῳ τῷ ἐδέϲματι καθ’ ἑκάϲτην ἡμέραν οἱ παρ’ ἡμῖν μονομάχοι χρῶνται, ϲαρκοῦντι τὴν τοῦ ϲώματοϲ ἕξιν, οὐκ ἐϲφιγμένῃ καὶ πυκνῇ ϲαρκί, καθάπερ τὸ χοίρειον κρέαϲ, ἀλλὰ χαυνοτέρα πωϲ μᾶλλον.
φυϲῶδεϲ δ’ ἐϲτὶν ἔδεϲμα, κἂν ἐπὶ πλεῖϲτον ἑψηθῇ κἂν ὁπωϲοῦν ϲκευαϲθῇ, τῆϲ πτιϲάνηϲ ἀποτιθεμένηϲ ἅπαν τὸ φυϲῶδεϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ. τοῖϲ δὲ προϲέχουϲι τὸν νοῦν καὶ παρακολουθοῦϲι | ταῖϲ ἑπομέναιϲ ἑκάϲτῳ τῶν ἐδεϲμάτων διαθέϲεϲιν αἴϲθηϲιϲ γίγνεται καθ’ ὅλον τὸ ϲῶμα τάϲεώϲ τινοϲ ὡϲ ὑπὸ πνεύματοϲ φυϲώδουϲ, καὶ μάλιϲθ’ ὅταν ἀήθηϲ τιϲ ᾔ τούτου τοῦ βρώματοϲ ἢ μὴ καλῶϲ ἡψημένον προϲενέγκηται.
τὴν δ’ οὐϲίαν οὐ. πυκνὴν καὶ βαρεῖαν, ἀλλὰ χαύνην τε καὶ κούφην ἔχουϲιν οἱ κύαμοι καί τι ῥυπτικὸν ἔχουϲαν ὁμοίωϲ τῇ πτιϲάνῃ. φαίνεται γοῦν ἐναργῶϲ τὰ ἐξ αὐτῶν ἄλευρα τὸν ῥύπον ἀποϲμῶντα τοῦ δέρματοϲ, ὃ κατανοήϲαντεϲ οἵ τ’ ἀνδραποδοκάπηλοι καὶ αἱ γυναῖκεϲ ὁϲημέραι χρῶνται τῷ τῶν κυάμων ἀλεύρῳ λουόμεναι, καθάπερ ἄλλαι νίτρῳ τε καὶ ἀφρονίτρῳ καὶ ὅλωϲ τοῖϲ ῥυπτικοῖϲ. ἐπιχρίουϲι δὲ καὶ τὰ πρόϲωπον αὐτῷ παραπληϲίωϲ τῇ πτιϲάνῃ. καὶ γὰρ τοὺϲ ἐπιπολῆϲ
φακοὺϲ ἀποκαθαίρει καὶ τὴν ὀνομαζομένην ἔφηλιν. διὰ ταύτην οὖν τὴν. δύναμιν οὐδ’ ἐν τῇ κατὰ γαϲτέρα διεξόδῳ βραδύνει, καθάπερ ὅϲα παχύχυμα καὶ γλίϲχρα καὶ μηδεμίαν ἔχοντα δύναμιν ῥυπτικήν, ὁποῖα ἔφαμεν εἶναι χόνδρον καὶ τράγον καὶ ϲεμίδαλιν καὶ ἄμυλον.ὄντοϲ δὲ τοῦ τῶν κυάμων ἔτνουϲ φυϲώδουϲ, ἔτι καὶ μᾶλλον, ὅταν ὁλοκλήρουϲ τιϲ | αὐτοὺϲ ἑψήϲαϲ χρῆται, φυϲώδειϲ γίγνονται. φρυγέντεϲ μέντοι (καὶ γὰρ καὶ οὕτωϲ αὐτοὺϲ ἐϲθίουϲιν ἐν χώρᾳ τραγημάτων ἔνιοι) τὸ μὲν φυϲῶδεϲ ἀποτίθενται, δυϲπεπτότεροι δὲ καὶ βραδυπόροι γίγνονται καὶ παχὺν χυμὸν εἰϲ τροφὴν ἀναδιδόαϲι τῷ ϲώματι. χλωροὶ δ’ ἐϲθιόμενοι πρὶν πεπανθῆναί τε καὶ ξηρανθῆναι τὸ κοινὸν ἁπάντων ἔχουϲι τῶν καρπῶν, ὅϲουϲ πρὸ τοῦ τελειωθῆναι προϲφερόμεθα, τροφὴν ὑγροτέραν διδόντεϲ τῷ ϲώματι καὶ διὰ τοῦτο περιττωματικωτέραν οὐ κατ’ ἔντερον μόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν ἕξιν. εἰκότωϲ οὖν οἱ τοιοῦτοι τρέφουϲι μὲν ἧττον, ὑποχωροῦϲι δὲ μᾶλλον.
οὐ μόναν δ’ ὠμοὺϲ ἐϲθίουϲιν τοὺϲ χλωροὺϲ τῶν κυάμων οἱ πολλοὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ μετὰ κρεῶν χοιρείων ἕψοντεϲ, ὥϲπερ τὰ λάχανα, κατὰ δὲ τοὺϲ ἀγροὺϲ καὶ μετ’ αἰγείων τε καὶ προβατείων. ἠϲθημένοι δ’ αὐτῶν τοῦ φυϲώδουϲ οἱ ἄνθρωποι μιγνύουϲι κρομύων, ὅταν ἐν λοπάδι ϲκευάζωϲιν ἐξ αὐτῶν ἔτνοϲ. ἔνιοι δὲ καὶ χωρὶϲ τοῦ ϲυνέψειν ὠμὰ τὰ κρόμυα προϲφέρονται μετ’ αὐτοῦ. | τὸ γάρ τοι φυϲῶδεϲ ἐν ἅπαϲι τοῖϲ ἐδέϲμαϲιν ὑπὸ τῶν θερμαινόντων τε καὶ λεπτυνόντων ἐπανορθοῦται.
Ὁ Αἰγύπτιοϲ κύαμοϲ, ὥϲπερ τῷ μεγέθει διενήνοχε πολὺ τοῦ παρ’ ἡμῖν, οὕτω καὶ τὴν φύϲιν ὑγροτέραν τε καὶ περιττωματικωτέραν ἔχει.
εἴπερ οὖν μέμνηϲαι τὰ περὶ τῶν ὁμογενῶν μέν, ὑγροτέρων δὲ τῇ κράϲει καὶ διὰ τοῦτο περιττωματικωτέρων εἰρημένα κατά τε πέψιν καὶ διαχώρηϲιν καὶ ἀνάδοϲιν καὶ θρέψιν, οὐκέτι δέῃ περὶ τούτου τοῦ κυάμου νῦν ἀκούειν, ἐξ ὧν ἐπὶ τοῦ παρ’ ἡμῖν ἀκήκοαϲ ἐπ’ ἐκεῖνον. μεταβαίνειν δυνάμενοϲ.Οἱ πιϲοὶ παραπλήϲιόν τι κατὰ τὴν ὅλην οὐϲίαν ἔχοντεϲ κυάμοιϲ ἐϲθιόμενοί τε κατὰ τοὺϲ αὐτοὺϲ τρόπουϲ ἐν δυϲὶ τοῖϲδε παραλλάττουϲιν, ὅτι τε φυϲώδειϲ οὐκ εἰϲὶν ὁμοίωϲ τοῖϲ κυάμοιϲ ὅτι τε τὴν ῥυπτικὴν δύναμιν οὐκ ἔχουϲι. καὶ διὰ τοῦτο βραδυπορώτεροι κατὰ γαϲτέρα τῶν κυάμων εἰϲίν.
Ἔτνοϲ μὲν οὐ πάνυ τι δι’ ἔθουϲ ἐϲτὶ τοῖϲ κατὰ τὰϲ πόλειϲ ἁνθρώποιϲ ἐξ ἐρεβίνθων ποιεῖϲθαι, | κατὰ τοὺϲ ἀγροὺϲ δὲ καὶ τοῦτ’ εἶδον ἐνίοτε γιγνόμενον, ὥϲπερ γε καὶ μετὰ γάλακτοϲ ἑψόμενον αὐτῶν τὸ ἄλευρον. οὐδὲ γὰρ ἐπιδέχονται τὴν αὐτὴν τοῖϲ κυάμοιϲ τε καὶ πιϲοῖϲ θραῦϲιν, ὡϲ τὸν καλούμενον ἐρεγμὸν ἐξ αὐτῶν γενέϲθαι. εἰθιϲμένοι δ’ εἰϲὶν ἐν τοῖϲ πολλοῖϲ ἔθνεϲιν ἑψηθένταϲ ἐν ὕδατι τοὺϲ ἐρελίνθουϲ ἐϲθίειν, ἔνιοι μὲν αὐτοὺϲ μόνουϲ ψιλούϲ, ἔνιοι δ’ ἁλϲὶ μετρίοιϲ ἡδύνοντεϲ. οἱ παρ’ ἡμῖν δὲ παραπλήϲιον ἀλεύρῳ τι ποιοῦντεϲ ἐκ τῶν ξηρῶν τυρῶν ἐκείνῳ περιπάττουϲιν αὐτούϲ.
ἔϲτι δ’ οὐχ ἧττον κυάμων ἔδεϲμα φυϲῶδεϲ ἐρέβινθοϲ, ἰϲχυρότερον δ’ ἐκείνων τρέφων, ἐπεγείρειν δὲ καὶ τὰϲ πρὸϲ ϲυνουϲίαϲ ὁρμὰϲ πεπιϲτευμένοϲ ἅμα τῷ καὶ ϲπέρματοϲ εἶναι γεννητικόϲ· ὥϲτε καὶ τοῖϲ ὀχευταῖϲ ἵπποιϲ ἐϲθίειν αὐτοὺϲ ἕνεκα τούτου διδόαϲιν. ὑπάρχει δὲ καὶ ῥυπτικὴ δύναμιϲ αὐτοῖϲ ἐπὶ
πλέον ἢ τοῖϲ κυάμοιϲ, ὥϲτε τινὲϲ ἐξ αὐτῶν καὶ τοὺϲ ἐν νεφροῖϲ ϲυνιϲταμένουϲ λίθουϲ ἐναργῶϲ θρύπτουϲι· μέλανεϲ δ’ εἰϲὶν οὗτοι καὶ μικροὶ κατὰ βιθυνίαν μάλιϲτα γεννώμενοι καὶ καλοῦνται κριοί. βέλτιον δὲ τὸν χυλὸν αὐτῶν μόνον πίνειν ἕψονταϲ ἐν ὕδατι.χρῶνται δ’ ἐρεβίνθοιϲ οἱ ἄνθρωποι καὶ πρὸ | τοῦ πεπανθῆναι, χλωροῖϲ ἔτι, καθάπερ καὶ τοῖϲ κυάμοιϲ. εἴρηται δ’ ἀρτίωϲ ὁ κοινὸϲ λόγοϲ ἁπάντων τῶν ἀτελῶν καρπῶν, ἔνθα περὶ τῶν κυάμων ὁ λόγοϲ ἦν ὡϲαύτωϲ δὲ καὶ περὶ τῶν φρυγομένων ἐρεβίνθων ἀκηκοέναι νόμιζε τοῖϲ εἰρημένοιϲ ἐπὶ τῶν φρυγομένων κυάμων. ἅπαντα γὰρ τὰ φρυγόμενα τὸ μὲν φυϲῶδεϲ ἀποτίθεται, δυϲπεπτότερα δὲ καὶ ϲταλτικώτερα γίγνεται καὶ τροφὴν παχυτέραν δίδωϲι τῷ ϲώματι.
Ἴϲμεν δήπου καὶ τοῦτο τὸ ϲπέρμα πολύχρηϲτον εἶναι κατὰ θάτε- ρον ϲημαινόμενον τῆϲ πολύχρηϲτον φωνῆϲ· ὀνομάζεται γὰρ οὕτω τό τε πολλαῖϲ τοῦ ϲώματοϲ ἁρμόττον διαθέϲεϲι |τό τε πᾶϲιν ἀνθρώποιϲ ἡ τοῖϲ πλείϲτοιϲ χρήϲιμον, εἰ καὶ πρὸϲ μίαν ἰδέαν χρείαϲ ἅπαντεϲ αὺτοῦ δέοιντο. κατὰ τοῦτο γοῦν αὐτὸ τὸ δεύτερον ϲημαινόμενον ὁ θέρμοϲ ἐϲτὶ πολύχρηϲτον ὄϲπριον. ἑψόμενοϲ γάρ, εἶτ’ ἀποβρεχόμενοϲ ἐν ὕδατι γλυκεῖ, μέχριϲ ἂν ἀπόθηται πᾶϲαν εἰϲ αὐτὸ τὴν ϲύμφυτον ἀηδίαν, οὕτωϲ ἐϲθίεται διὰ γάρου τε καὶ ὀξυγάρου καὶ χωρὶϲ τούτων ἁλϲὶ μετρίοιϲ ἡδυνό μενοϲ, οὐχ ὥϲπερ ἢ τε κριθὴ καὶ ἄλλ’ ἅττα πολυειδῶϲ ϲκευαζόμενα.
ἔϲτι δὲ ϲκληρὸϲ καὶ γεώδηϲ τὴν οὐϲίαν, ὥϲτ’ ἀνάγκη δύϲπεπτόν τ’ αὐτὸν εἶναι καὶ παχὺν γεννᾶν χυμόν, ἐξ οὗ μὴ καλῶϲ ἐν ταῖϲ φλεψὶ κατεργαϲθέντοϲ ὁ καλούμενοϲ ἰδίωϲ ὠμὸϲ ἀθροίζεται χυμόϲ. ἐπεὶ δὲ κατὰ τὴν ϲκευαϲίαν ἀποτιθέμενοϲ ὅϲον εἲχε φύϲει
πικρὸν ὅμοιοϲ γίγνεται τοῖϲ ἀποίοιϲ ὡϲ πρὸϲ αἴϲθηϲιν, εὔλογόν ἐϲτιν μήτ’ εἰϲ διαχώρηϲιν ἐπιτήδειον ὑπάρχειν αὐτὸν μήτ’ εἰϲ ἐπίϲχεϲιν ῥεούϲηϲ γαϲτρόϲ, ὡϲ τὰ ϲτύφοντα, βραδυπόρον δὲ καὶ δυϲυποβίβαϲτον καὶ δυϲδιέξοδον εἰκότωϲ γίγνεϲθαι. καλοῦϲι γὰρ οὕτωϲ οἱ ἰατροὶ τὰ τοιαῦτα τῶν ἐδεϲμάτων, ὅϲα μηδεμίαν ἐξέχουϲαν ἔχει ποιότητα τὴν παροξύνειν εἰϲ ἔκκριϲιν τὴν κοιλίαν ἢ κωλύειν ἐκκρίνειν δυναμένην.ἐκεῖναι μὲν οὖν οὐχ ὡϲ τροφαῖϲ αὐτοῖς ὑπάρχουϲιν, ἀλλ’ ὡϲ φαρμάκοιϲ. ὅϲα δ’ οὐδεμίαν ἔχει ϲαφῆ τοιαύτην ποιότητα, καλεῖται μὲν εὐλόγωϲ ὑπὸ τῶν ἰατρῶν ἄποια, κατὰ δὲ τὴν ἐν ὑγρότητι καὶ ξηρότητι καὶ παχύτητι καὶ γλιϲχρότητι διαφορὰν ἢ ταχυπόροιϲ | αὐτοῖϲ ἢ βραδυπόροιϲ ἢ μέϲοιϲ τούτων εἶναι ϲυμβέβηκε, τοῖϲ μὲν ὑγροῖϲ καὶ ὀλιϲθηροῖϲ ταχυπόροιϲ, τοῖϲ ξηροῖϲ δὲ καὶ ϲκληροῖϲ, ὥϲπερ ὁ θέρμοϲ, ἔμπαλιν. ὅϲα δὲ μεταξὺ τούτων ἐϲτὶ κατὰ τὰϲ εἰρημέναϲ διαφοράϲ, οὔτε τάχοϲ ἐπίϲημον οὔτε βραδυτῆτα διαχωρήϲεωϲ ἐργάζεται. καθάπερ οὖν ταῦτα περὶ πάντων ἐπίϲταϲθαι προϲήκει κοινῇ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τάδε.
τὰ μὲν ὑγρότερα ταῖϲ ϲυϲτάϲεϲιν ἅπαντα βραχεῖαν τροφὴν δίδωϲι τῷ ϲώματι καὶ ταχέωϲ ἐξατμιζομένην τε καὶ διαφορουμένην, ὡϲ ἑτέραϲ αὖθιϲ οὐ διὰ μακροῦ δεῖϲθαι, τὰ δὲ ϲκληρὰ καὶ γεώδη μόνιμόν τε καὶ πολλὴν καὶ δυϲδιαφόρητον. εἰ δὲ καὶ κολλῶδεϲ ἔχοι τι, πολὺ δὴ μᾶλλον ἅπαντα ταῦτ’ ἐναργῶϲ ἀποτελεῖ, πρόδηλον δ’, ὅτι καὶ πεφθῆναι τοῖϲ τοιούτοιϲ οὐκ εὐπετέϲ, ὥϲπερ γ’ οὐδ’ εἰϲ αἷμα μεταβαλεῖν οὐδ’ ἐξομοιωθῆναι τοῖϲ ϲτερεοῖϲ τοῦ ζώου μορίοιϲ· εἰ δὲ τοῦτο, μηδὲ θρέψαι ταχέωϲ· ἀλλ’ ὅταν γε κρατηθῇ καὶ κατεργαϲθῇ, τροφὴν πολλὴν δίδωϲι τῷ ϲώματι.
Οὐ μόνον τῆλιν, ἀλλὰ καὶ βούκεραϲ, ἔνιοι δ’ αἰγόκεραϲ ὀνομάζουϲι τὸ ϲπέρμα τοῦτο. τῶν θερμαινόντων δ’ ἐϲτὶ φανερῶϲ, τὴν αὐτὴν
χρείαν παρέχον εἰϲ ἐδωδὴν τοῖϲ ἀνθρώποιϲ, ἥνπερ οἱ θέρμοι. προϲλαμβάνουϲι γὰρ αὐτὸ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα, καὶ πολύ γε θέρμων εἰϲ τοῦτ’ ἐϲτὶν ἐπιτηδειότερον, οὐδὲν ἐκ τῆϲ οἰκείαϲ οὐϲίαϲ ἔχον δυϲδιέξοδον.ἐϲθίεται δὲ καὶ δι’ ὄξουϲ καὶ γάρου, καθάπερ οἱ θέρμοι. καὶ δι’ οἴνου δὲ καὶ γάρου καὶ ἐλαίου πολλοὶ καὶ τῆλιν ἐϲθίουϲι καὶ θέρμουϲ, ἔνιοι δὲ καὶ ϲὺν ἄρτῳ, καὶ γίγνεται τοῦτ’ αὐτοῖϲ ὄψον αὔταρκεϲ, ἧττον μὲν ὑπάγον γαϲτέρα, μήτε δὲ κεφαλῆϲ ἁπτόμενον, ὥϲπερ ἡ διὰ τοῦ γάρου τῆλιϲ ἐνίων ἅπτεται, μήτε τὸν ϲτόμαχον ἀνατρέπον· ἐργάζεται γὰρ ἐπὶ τινῶν ἡ τῆλιϲ καὶ τοῦτο. τῷ δ’ αὐτῷ τρόπῳ τῷδε πρὸϲ ἐδωδὴν ἔνιοι χρῶνται φαϲήλοιϲ τε καὶ ὤχροιϲ, ἐφ’ ὧν αὐτίκα τὸν κοινὸν ἀπάντων τῶν τοιῶνδε παραγράψω λόγον.
ἐϲθίεται δὲ τῆλιϲ ὑπὸ τινῶν καὶ πρὶν ἐκκαρπῆϲαι τὸ φυτὸν αὐτῆϲ, ἀποβαπτομένων | αὐτὴν εἰϲ ὄξοϲ καὶ γάρον. ἔνιοι δὲ καὶ τοὔλαιον ἐπιχέοντεϲ ὄψῳ χρῶνται ϲὺν ἄρτῳ προϲφερόμενοι, τινὲϲ δὲ καὶ μετ’ ὄξουϲ καὶ γάρου. κεφαλῆϲ δ’ ἅπτεται καὶ ἥδε πλείων ληφθεῖϲα, καὶ μᾶλλον εἰ καὶ χωρὶϲ ἄρτου προϲενέγκοιτό τιϲ αὐτήν· ἐνίοιϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνατρέπει.
χυλὸϲ δ’ ἑψηθείϲηϲ τῆϲ τήλεωϲ μετὰ μέλιτοϲ λαμβανόμενοϲ ἐπιτήδειόϲ ἐϲτιν ὑπάγειν ἅπανταϲ τοὺϲ ἐν τοῖϲ ἐντέροιϲ μοχθηροὺϲ χυμούϲ, τῇ μὲν γλιϲχρότητι τὸ προϲηνὲϲ ἔχων, τῇ δὲ θερμότητι τὸ παρηγορικόν. ὅτι δὲ καὶ ῥυπτικῆϲ μετέχει δυνάμεωϲ, ἐπὶ τὴν ἔκκριϲιν παρορμᾷ τὸ ἔντερον. ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πωϲ γένηται δακνώδηϲ.
ἐπὶ δὲ τῶν κατὰ τὸν θώρακα χρονιζόντων ἀλγημάτων ἄνευ πυρετοῦ ϲυναφέψειν μὲν αὐτῇ χρὴ λιπαροὺϲ φοίνικαϲ, ἐκθλίψανταϲ δὲ τὸν χυλόν, εἶτα μέλιτι μίξανταϲ δαψιλεῖ κἄπειθ’ ἑψή
ϲανταϲ αὖθιϲ ἐπ’ ἀνθράκων ἄχρι πάχουϲ ϲυμμέτρου χρῆϲθαι πρὸ πολλοῦ τῶν ϲιτίων.