De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἔϲτι δὲ τῶν μέϲων οὐχ ἓν εἶδοϲ. ἔνια μὲν γὰρ τῷ μηδ’ ὅλωϲ μετέχειν τῶν ἄκρων ἐϲτὶ τοιαῦτα, τινὰ δ’ ἐκ τῆϲ ἀμφοῖν ἰϲοκρατοῦϲ μίξεωϲ ἐπικτᾶται τὴν μεϲότητα, καθάπερ ὀλίγον ἔμπροϲθεν ἔλεγον, ὅταν τῇ πτιϲάνῃ μίξῃ τιϲ τὴν φακῆν

| οὕτω δὲ καὶ τὴν τευτοφακῆν ὁ Ταραντῖνοϲ Ἡρακλείδηϲ οὐ μόνον ὑγιαίνουϲιν, ἀλλὰ καὶ νοϲοῦϲιν ἐδίδου· μέϲον γὰρ καὶ τοῦτ’ ἐϲτὶν ἐξ ἐναντίων ϲυγκείμενον ἔδεϲμα, διὰ τεύτλων μὲν ἣττον ὑπέρχεται, φακῆϲ δὲ διαχωρεῖται μᾶλλον. εὔδηλον δ’ ὅτι καὶ ὁ ἀναδιδόμενοϲ ἐξ αὐτῆϲ χυμὸϲ εἰϲ τὸ ϲῶμα μικτὸϲ ἐκ τῆϲ ἀμφοτέρων ἐϲτὶ δυνάμεωϲ τῆϲ τε φακῆϲ καὶ τοῦ τεύτλου.

Πολλὴ καὶ τούτων ἐϲτὶν ἡ χρῆϲιϲ, ἔτνουϲ ἐξ αὐτῶν ϲκευαζομένου τοῦ τ’ ἐν ταῖϲ χύτραιϲ ὑγροῦ καὶ τοῦ παχέοϲ ἐν ταῖϲ λοπάϲι. καὶ τρίτη δέ τίϲ ἐϲτιν αὐτοῦ ϲκευαϲία μετὰ πτιϲάνηϲ μιγνυμένου. καὶ πλείϲτῳ γε τούτῳ τῷ ἐδέϲματι καθ’ ἑκάϲτην ἡμέραν οἱ παρ’ ἡμῖν μονομάχοι χρῶνται, ϲαρκοῦντι τὴν τοῦ ϲώματοϲ ἕξιν, οὐκ ἐϲφιγμένῃ καὶ πυκνῇ ϲαρκί, καθάπερ τὸ χοίρειον κρέαϲ, ἀλλὰ χαυνοτέρα πωϲ μᾶλλον.