De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Τούτῳ τῷ ϲπέρματι πάντεϲ εἰϲ ἐπίϲχεϲιν γαϲτρὸϲ χρῶνται τὴν ἕψηϲιν αὐτοῦ παραπληϲίαν ποιούμενοι χόνδρῳ. δυϲπεπτότερον δ’ ἐϲτὶ χόνδρου καὶ τρέφον ἧττον, ὥϲπερ γε καὶ εἰϲ ἐδωδῆϲ ἡδονὴν ἀπολειπόμενον αὐτοῦ πάμπολυ.
Οὐδ’ ἐκ τούτων ἀρτοποιεῖταί τιϲ· ἀλιπεῖς γάρ εἰσι καὶ ψαθυροί, ϲτυπτικὸν μὲν ἔχοντεϲ τὸ λέμμα, τὴν δ’ οἷον ϲάρκα παχύχυμόν τε καὶ γεώδη καὶ βραχὺ μετέχουϲαν αὐϲτηρᾶϲ ποιότητοϲ, ἧϲ τὸ λέμμα πολλῆϲ μετέχει.
χυλὸϲ δ’ ἐν αὐτοῖϲ ἐϲτιν, ὡϲ καὶ πρόϲθεν εἶπον, ἐναντίοϲ τῷ ϲτυπτικῷ. διὸ κἂν ἑψήϲαϲ τιϲ αὐτοὺϲ ἐν ὕδατι προϲ ενέγκηται τὸ ὕδωρ, ἡδύναϲ ἁλϲὶν ἢ γάρῳ καὶ μετ’ αὐτῶν ἐλαίῳ, διαχωρητικὸν γίγνεται τὸ πόμα. δὶϲ δ’ ἑψηθέντων, ὡϲ εἴρηται, τῶν φακῶν ἡ ἐξ αὐτῶν ϲκευαζομένη φακῆ τὴν ἐναντίαν ἔχει δύναμιν τῷ χυλῷ, ξηραίνουϲα τὰ κατὰ γαϲτέρα ῥεύματα καὶ τόνον ἐντιθεῖϲα τῷ ϲτομάχῳ καὶ τοῖϲ ἐντέροιϲ καὶ ϲυμπάϲῃ τῇ γαϲτρί· διὰ τοῦτ’ οὖν οἰκεῖόν ἐϲτιν ἔδεϲμα κοιλιακῶν τε καὶ δυϲεντερικῶν.
ἡ δ’ ἀφῃρημένῃ
τὸ λέμμα φακῆ τὸ μὲν ἰϲχύρὸν τῆϲ ϲτύψεωϲ ἀπόλλυϲι καὶ τὰ ταύτῃ ϲυνεπόμενα δηλονότι, τροφιμωτέρα δὲ γίγνεται τῆϲ ἀπτίϲτου παχύχυμόϲ τ’ οὖϲα καὶ βραδυπόροϲ, οὐ μὴν ξηραντική γε τῶν κατ’ αὐτὴν ῥευμάτων ὥϲπερ ἡ ἄπιϲτοϲ. εἰκότωϲ οὖν οἱ πλεονάζοντεϲ ἐν τούτῳ τῷ ἐδέϲματι τούϲ τε καλουμένουϲ ἐλέφανταϲ ἴϲχουϲι καὶ καρκίνουϲ· ἐπιτήδειον γάρ ἐϲτι τὸ παχὺ καὶ ξηρὸν ἔδεϲμα μελαγχολικὸν γεννᾶν χυμόν.οἷϲ οὖν ἐϲτιν ὑδατώδηϲ τιϲ ἐν ταῖϲ ϲαρξὶ καχεξία, τούτοιϲ μόνοιϲ ὠφέλιμον ἔδεϲμα φακῆ, καθάπερ τοῖϲ ξηροῖϲ καὶ αὐχμώδεϲι βλαβερώτατον. ὡϲαύτωϲ δὲ καὶ τὴν ὄψιν ἀμβλύνει μὲν τὴν ὑγιεινῶϲ διακειμένην ὑπερξηραίνουϲα, τὴν δ’ ἐναντίωϲ ἔχουϲαν ὀνίνηϲιν. οὐκ ἐπιτήδειοϲ δ’ ἐϲτὶν οὐδ’ εἰϲ τὰϲ ἐμμήνουϲ καθάρϲειϲ, παχὺ καὶ δύϲρουν ἐργαζομένη τὸ αἷμα, τῷ δὲ καλουμένῳ ῥῷ γυναικείῳ χρηϲιμωτάτη.