De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἔν γε μὴν τοῖϲ | χειμεριωτάτοιϲ τῆϲ βιθυνίαϲ χωρίοιϲ ὀνομάζεταὶ τι ϲπέρμα ζεόπυρον, οὐκ ἐχούϲηϲ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ τὸ ῑ, καθάπερ ἔχει παρ’ Ὁμήρῳ
πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲϲ κρῖ λευκόν.ἐξ αὐτοῦ δ’ ἄρτοϲ γίγνεται πολὺ βελτίων τοῦ κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην. καὶ ϲχεδόν, ὥϲπερ τοὔνομα τὸ ζεόπυρον ἐξ ἀμφοτέρων ϲύγκειται τῶν ὀνομάτων, τοῦ τε τῆϲ ζέαϲ καὶ τοῦ πυροῦ, καὶ ἡ οὐϲίᾳ μέση τίς ἐστιν ἀμφοῖν, ὡς ἐξ αὐτῶν κεκραμένη. τοϲούτῳ γοῦν ἐϲτι τοῦ πυροῦ χείρων, ὅϲῳ τῆϲ Θρᾳκίαϲ βρίζηϲ ἀμείνων.
ὀνόματα δὲ ταῖϲ πόλεϲιν, ἐν αἷϲ γίγνεται τὸ ϲπέρμα τοῦτο, Νίκαια καὶ Προῦϲα καὶ Κράτεια Κλαυδιόπολίϲ τε καὶ Ἰουλιόπολιϲ, ἀλλὰ καὶ Δορύλαιον, ἥ〈τιϲ〉 ἐϲτὶ μὲν ἐϲχάτη τῆϲ Ἀϲιανῆϲ Φρυγίαϲ πόλιϲ, ἔχει δὲ καὶ αὐτή τοιοῦτον ϲπέρμα γεννώμενον ἐν τῇ χώρᾳ, καθάπερ καὶ ἄλλαι τινὲϲ ὅμοροι πόλειϲ αὐτῇ. θεάϲαϲθαι δ’ ἔϲτι τὸν γιγνόμενον ἄρτον ἐκ τοῦ ϲπέρματος τούτου τοϲούτω βελτίονα τοῦ κατὰ Θρᾴκην τε καὶ Μακεδονίαν ἐκ τῆϲ βρίζηϲ, ὅϲῳ τοῦ πυρίνου | χείρονα.
μέμνηται δὲ ζειᾶϲ καὶ Θεόφραϲτοϲ ἐν τῷ ἑβδόμῳ Περὶ φυτῶν ὡδέ πωϲ λέγων· τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶϲ, τίφης, ὀλύραϲ, βρόμου, αἰγίλωποϲ, ἰϲχυρότατον καὶ μάλιϲτα καρπιζόμενον ἡ ζειά· καὶ 〈γάρ〉 βαθύρριζον καὶ πολύρριζον καὶ πολυκάλαμον καὶ παχυκάλαμον· ὁ δὲ καρπὸϲ κουφότατοϲ καὶ προϲφιλήϲ πᾶϲι τοῖϲ ζώοιϲ. καὶ πάλιν ἐφεξῆϲ· ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ μονοκάλαμον
καὶ λεπτοκάλαμον, διὸ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥϲπερ ἢ ζειὰ πίειραν καὶ ἀγαθήν. εἴτα τούτοιϲ ἐφεξῆϲ ϲυνάπτων τάδε γράφει· ἔϲτι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖϲ πυροῖϲ, ἣ τε ζειὰ καὶ ἡ τίφη. Θεόφραϲτοϲ μὲν οὖν ταῦτα περὶ ζειᾶϲ ἔγραψεν.Ἡρόδοτοϲ δ’ ἐν τῇ δευτέρα κατὰ τήνδε τὴν λέξιν· ἀπὸ πυρῶν καὶ κριθῶν πολλοὶ ζώουϲιν, Αἰγυπτίων δὲ τῷ ποιουμένῳ ἀπὸ τούτων τὴν ζωὴν ὄνειδοϲ μέγιϲτόν ἐϲτιν, ἀλλ’ ἀπ’ ὀλυρῶν ποιέονται ϲιτίᾳ, ἃς ζειὰϲ μετεξέτεροι καλέουϲι.
Διοϲκουρίδηϲ δ’ ἐν τῷ δευτέρῳ Περὶ ὕληϲ ταυτὶ γράφει· ζέα | δίϲϲη· ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δίκοκκοϲ καλεῖται, ἐν δυϲὶν ἐλύτροιϲ ϲυνεξευγμένον ἔχουϲα τὸ ϲπέρμα. ἔϲτι δὲ τροφιμωτέρα μὲν κριθῆϲ καὶ εὐϲτόμαχοϲ, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένῃ.
κρίμνον δὲ ἁδρότερόν ἐϲτι τῇ κατεργαϲίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζέαϲ καὶ πυροῦ, ἐξ οὖ ὁ πόλτοϲ γίνεται. ἕϲτι δὲ ἱκανῶϲ τρόφιμον καὶ εὐκατέργαϲτον, ϲταλτικώτερον δὲ κοιλίαϲ τὸ ἀπὸ τῆϲ ζέαϲ, μάλιϲτα δὲ προφρυχθείϲηϲ.
καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένουϲ ἐϲτὶ τῆϲ ζέαϲ, ἀτροφωτέρα δὲ κατὰ ποϲὸν ἐκείνηϲ. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρίμνον ἐξ αὐτῆϲ ὡϲαύτωϲ γίνεται.