De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Μνηϲίθεοϲ δὲ καὶ τὸν κατὰ μέροϲ ὑπὲρ αὐτῶν λόγον ἐφεξῆϲ διῆλθε, περὶ πρώτων μὲν γράψαϲ πυρῶν τε καὶ κριθῶν, ἐφεξῆϲ δὲ περὶ | τιφῶν ὧδέ πωϲ αὐτοῖϲ ὀνόμαϲι· τῶν δ’ ἄλλων ϲπερμά
τῶν βέλτιϲτον μὲν ἡ τίφη (καὶ γὰρ ἱκανῶϲ τρέφει καὶ οὐ μετὰ πολλοῦ πέττεται πόνου), τὸν δ’ ἐκ τῶν ζειῶν ἄρτον ἄδην μὲν ἐϲθίων οὐδείϲ ἂν ὑγιαίνοι, τῶν 〈δ’〉 ἀϲυνήθων τῆϲ ἐδωδῆϲ ταύτηϲ, οὐδ’ εἰ παντάπαϲιν ὀλίγον· ἔϲτι γὰρ βαρὺϲ καὶ δύϲπεπτοϲ. ὅϲοι δὲ δυϲχείμερον ἔχοντεϲ χώραν ἀναγκάζονται τρέφεϲθαι τούτῳ καὶ ϲπείρειν αὐτὸ διὰ τὸ μάλιϲτ’ ἀντέχειν τοῖϲ ψύχεϲιν, οὗτοι δὴ πρῶτον μὲν ὀλίγον ἐθίζονται προϲφέρεϲθαι καὶ διὰ τὸ μὴ εὐῶδεϲ εἶναι τὸ βρῶμα καὶ διὰ τὴν ϲπάνιν τῆϲ εὐκαρπίαϲ ἐν ταῖϲ τοιαύταιϲ χώραιϲ, εἶτα καὶ τὸ ϲύνηθεϲ εἶναι τὸ βρῶμα ποιεῖ ῥᾴονα τοῖϲ ϲώμαϲι τὴν κατεργαϲίαν. καθόλου δὲ βαρὺ μὲν καὶ δύϲπεπτον, ἰϲχυρὸν δὲ καὶ ὑμενῶδεϲ τὴν ζειὰν εἶναι λεκτέον.ἐν τούτοιϲ ὁ Μνηϲίθεοϲ ϲαφέϲτατα δεδήλωκεν, ὁποῖόν τι ϲπέρμα βούλεται καλεῖϲθαι ζειὰν ἐν ψυχραῖϲ χώραιϲ γεωργούμενον. ἐγὼ δὲ πάϲαϲ μὲν οὔτ’ αὐτὸϲ εἶδον τὰϲ δυϲχειμέρουϲ χώραϲ οὔτε παρ’ ἄλλου τινὸϲ ἥκουϲα τῶν ἑωρακότων αὐτὰϲ | ὀνομαζόμενόν τινα ϲιτηρὸν καρπὸν ὑπὸ τῶν ἐγχωρίων ζειὰν ἢ ζέαν. ἑκατέρωϲ γὰρ εὑρίϲκεται γεγραμμένον, ἔν τιϲι μὲν εἰϲ ε̄ καὶ ῑ τῆϲ προτέραϲ ϲυλλαβῆϲ τελευτώϲηϲ.
ἔν τιϲι δ’ εἰϲ ε̄ μόνον. ἐννοήϲαϲ δὲ δυνατὸν εἶναι τοὺϲ μὲν Ἕλληναϲ οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦτο, τοὺϲ δὲ βαρβάρουϲ ἰδίαν ἐπ’ αὐτοῦ τεθεῖϲθαι προϲηγορίαν, εἶτ’ ἰδὼν ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ πολλὰϲ ἀρούραϲ ὁμοιότατον ἐχούϲαϲ οὐ μόνον τὸν ϲτάχυν, ἀλλὰ καὶ τὸ φυτὸν ὅλον τῇ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ τίφῃ, τὴν προϲηγορίαν ἠρόμην ἥντιν’ ἔχοι παρ’ ἐκείνοιϲ τοῖϲ ἀνθρώποιϲ, καί μοι πάντεϲ ἔφαϲαν αὐτό τε τὸ φυτὸν ὅλον καὶ τὸ ϲπέρμα αὐτοῦ καλεῖϲθαι βρίζαν, τῆϲ μὲν προτέραϲ ϲυλλαβῆϲ διὰ τριῶν γραμμάτων γραφομένηϲ τε καὶ λεγομένηϲ, τοῦ β̄ καὶ ρ καὶ ῑ, τῆϲ δ’ ἐφεξῆϲ αὐτῇ διὰ τοῦ ζ̄ καὶ ᾱ κατὰ γε τὴν ὀρθὴν πτῶϲιν, ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ μετὰ τοῦ ν̄ δηλονότι. γίγνεται δ’ ἄρτοϲ ὁ ἐκ τοῦ ϲπέρματοϲ τούτου δυϲώδηϲ τε καὶ μέλαϲ, ὑμενω
δεϲτέραν ἔχοντοϲ, ὡϲ Μνηϲίθεοϲ ἔγραψε, τὴν οὐϲίαν. εἰ δὲ καὶ μέλανα γίγνεϲθαι τὸν ἄρτον ἐξ αὐτοῦ προϲεγεγράφει, μᾶλλον ἂν ἐπίϲτευον αὐτὸ τοῦτ’ εἶναι τὸ καλούμενον ὑπ’ αὐτοῦ ζειάν.ἔν γε μὴν τοῖϲ | χειμεριωτάτοιϲ τῆϲ βιθυνίαϲ χωρίοιϲ ὀνομάζεταὶ τι ϲπέρμα ζεόπυρον, οὐκ ἐχούϲηϲ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ τὸ ῑ, καθάπερ ἔχει παρ’ Ὁμήρῳ
πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲϲ κρῖ λευκόν.ἐξ αὐτοῦ δ’ ἄρτοϲ γίγνεται πολὺ βελτίων τοῦ κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην. καὶ ϲχεδόν, ὥϲπερ τοὔνομα τὸ ζεόπυρον ἐξ ἀμφοτέρων ϲύγκειται τῶν ὀνομάτων, τοῦ τε τῆϲ ζέαϲ καὶ τοῦ πυροῦ, καὶ ἡ οὐϲίᾳ μέση τίς ἐστιν ἀμφοῖν, ὡς ἐξ αὐτῶν κεκραμένη. τοϲούτῳ γοῦν ἐϲτι τοῦ πυροῦ χείρων, ὅϲῳ τῆϲ Θρᾳκίαϲ βρίζηϲ ἀμείνων.
ὀνόματα δὲ ταῖϲ πόλεϲιν, ἐν αἷϲ γίγνεται τὸ ϲπέρμα τοῦτο, Νίκαια καὶ Προῦϲα καὶ Κράτεια Κλαυδιόπολίϲ τε καὶ Ἰουλιόπολιϲ, ἀλλὰ καὶ Δορύλαιον, ἥ〈τιϲ〉 ἐϲτὶ μὲν ἐϲχάτη τῆϲ Ἀϲιανῆϲ Φρυγίαϲ πόλιϲ, ἔχει δὲ καὶ αὐτή τοιοῦτον ϲπέρμα γεννώμενον ἐν τῇ χώρᾳ, καθάπερ καὶ ἄλλαι τινὲϲ ὅμοροι πόλειϲ αὐτῇ. θεάϲαϲθαι δ’ ἔϲτι τὸν γιγνόμενον ἄρτον ἐκ τοῦ ϲπέρματος τούτου τοϲούτω βελτίονα τοῦ κατὰ Θρᾴκην τε καὶ Μακεδονίαν ἐκ τῆϲ βρίζηϲ, ὅϲῳ τοῦ πυρίνου | χείρονα.