De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
θαυμάϲαι δ’ ἔϲτιν, ὅτι μηδ’ ὁ τὸ Περὶ διαίτηϲ ἐπιγεγραμμένον Ἱπποκράτουϲ ϲυνθείϲ, ὅϲτιϲ ποτ’ ἦν ἀνὴρ παλαιόϲ, ἐμνημόνευϲε τοῦ τῶν ζειῶν ὀνόματοϲ. καὶ γὰρ εἰ τὰϲ τίφαϲ ἡγεῖτο καλεῖϲθαι ζειὰϲ ὑπό τινων, ἐχρῆν αὐτὸν τοῦτο δηλῶϲαι. βέλτιον δ’ ἴϲωϲ ἐϲτὶ καὶ τὰϲ ῥήϲειϲ αὐτῶν παραγράψαι.
Διοκλῆϲ μὲν οὖν οὕτωϲ ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρκον Ὑγιεινῶν, ἐν ᾧ διέρχεται καὶ τὰϲ τῶν ϲιτίων | δυνάμειϲ· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ ἀρεταῖϲ ἐϲτι μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, ζειαί, μέλινοϲ, κέγχροϲ. ἔν τιϲι δὲ τῶν ἀντιγράφων οὐδ’ ὅλωϲ αἱ ζειαὶ φέρονται, καὶ μέντοι καὶ τὸ ταῖϲ ἀρεταῖϲ ἔν τιϲιν οὐχ οὕτωϲ, ἀλλὰ χρείαιϲ γέγραπται κατὰ τόνδε τὸν τρόπον· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ χρείαιϲ ἐϲτὶ μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, μέλινοϲ, κέγχροϲ, ὡϲ ἄλλου μέν τινοϲ ϲπέρματοϲ τῆϲ ὀλύραϲ οὔϲηϲ, ἄλλου δὲ τῆϲ τίφηϲ.
ὁ δὲ Μνηϲίθεοϲ ἐφ’ ἑνὶ ϲπέρματι δύο φηϲὶν ὀνόματα κεῖϲθαι γράφων οὕτω· τῶν δὲ ϲπερμάτων εὐφυέϲτατα μέν ἐϲτιν εἰϲ τροφὴν πυροὶ καὶ κριθαί, πρὸϲ δὲ τούτοιϲ ἐχομένωϲ ὃ λέγεται μὲν διττῶϲ, ἔϲτι δὲ ταὐτόν· οἱ μὲν γὰρ τίφαϲ, οἱ δ’ ὀλύραϲ καλοῦϲιν. τούτοιϲ δ’ ἐφεξῆϲ τάδε γράφει· μετὰ δὲ ταῦτα ζειαὶ καὶ κέγχροι καὶ μέλιναι. Διοκλεῖ μὲν οὖν ἤρκεϲε ταῦτα μόνα περί τε τιφῶν καὶ ὀλυρῶν εἰπεῖν, ὅϲα παρεθέμην ἄρτι.
Μνηϲίθεοϲ δὲ καὶ τὸν κατὰ μέροϲ ὑπὲρ αὐτῶν λόγον ἐφεξῆϲ διῆλθε, περὶ πρώτων μὲν γράψαϲ πυρῶν τε καὶ κριθῶν, ἐφεξῆϲ δὲ περὶ | τιφῶν ὧδέ πωϲ αὐτοῖϲ ὀνόμαϲι· τῶν δ’ ἄλλων ϲπερμά
τῶν βέλτιϲτον μὲν ἡ τίφη (καὶ γὰρ ἱκανῶϲ τρέφει καὶ οὐ μετὰ πολλοῦ πέττεται πόνου), τὸν δ’ ἐκ τῶν ζειῶν ἄρτον ἄδην μὲν ἐϲθίων οὐδείϲ ἂν ὑγιαίνοι, τῶν 〈δ’〉 ἀϲυνήθων τῆϲ ἐδωδῆϲ ταύτηϲ, οὐδ’ εἰ παντάπαϲιν ὀλίγον· ἔϲτι γὰρ βαρὺϲ καὶ δύϲπεπτοϲ. ὅϲοι δὲ δυϲχείμερον ἔχοντεϲ χώραν ἀναγκάζονται τρέφεϲθαι τούτῳ καὶ ϲπείρειν αὐτὸ διὰ τὸ μάλιϲτ’ ἀντέχειν τοῖϲ ψύχεϲιν, οὗτοι δὴ πρῶτον μὲν ὀλίγον ἐθίζονται προϲφέρεϲθαι καὶ διὰ τὸ μὴ εὐῶδεϲ εἶναι τὸ βρῶμα καὶ διὰ τὴν ϲπάνιν τῆϲ εὐκαρπίαϲ ἐν ταῖϲ τοιαύταιϲ χώραιϲ, εἶτα καὶ τὸ ϲύνηθεϲ εἶναι τὸ βρῶμα ποιεῖ ῥᾴονα τοῖϲ ϲώμαϲι τὴν κατεργαϲίαν. καθόλου δὲ βαρὺ μὲν καὶ δύϲπεπτον, ἰϲχυρὸν δὲ καὶ ὑμενῶδεϲ τὴν ζειὰν εἶναι λεκτέον.ἐν τούτοιϲ ὁ Μνηϲίθεοϲ ϲαφέϲτατα δεδήλωκεν, ὁποῖόν τι ϲπέρμα βούλεται καλεῖϲθαι ζειὰν ἐν ψυχραῖϲ χώραιϲ γεωργούμενον. ἐγὼ δὲ πάϲαϲ μὲν οὔτ’ αὐτὸϲ εἶδον τὰϲ δυϲχειμέρουϲ χώραϲ οὔτε παρ’ ἄλλου τινὸϲ ἥκουϲα τῶν ἑωρακότων αὐτὰϲ | ὀνομαζόμενόν τινα ϲιτηρὸν καρπὸν ὑπὸ τῶν ἐγχωρίων ζειὰν ἢ ζέαν. ἑκατέρωϲ γὰρ εὑρίϲκεται γεγραμμένον, ἔν τιϲι μὲν εἰϲ ε̄ καὶ ῑ τῆϲ προτέραϲ ϲυλλαβῆϲ τελευτώϲηϲ.