De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένουϲ ἐϲτὶ τῆϲ ζέαϲ, ἀτροφωτέρα δὲ κατὰ ποϲὸν ἐκείνηϲ. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρίμνον ἐξ αὐτῆϲ ὡϲαύτωϲ γίνεται.
ἀθήρα δὲ ἐκ τῆϲ ἀληλεϲμένηϲ εἰϲ λεπτὸν ζέαϲ ϲκευάζεται. ἔϲτι δὲ ῥόφημα ὥϲπερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόζον, ποιεῖ δὲ καὶ εἰϲ καταπλάϲματα.
ὁ δὲ τράγοϲ τὸ ϲχῆμα μὲν παραπλήϲιοϲ χόνδρω, ἀτροφώτεροϲ δὲ παρὰ πολὺ ζέαϲ, διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδεϲ, διὸ καὶ δυϲκατέργαϲτόϲ ἐϲτι καὶ κοιλίαϲ μαλακτικόϲ. περὶ μὲν οὖν τῶν ζειῶν ἱκανὰ καὶ ταῦτα.
θαυμάσαι δ’ ἔστι τοῦ Μνησιθέου μὴ γγνώσκοντος, ὅπῃ διαφέρουσιν ὄλυραι τιφῶν. ἔστι γὰρ ἑκά|τερον ἐν Ἀσίᾳ πολύ, καὶ μάλιστα κατὰ τὴν ὑπερκειμένην Περγάμου χώραν, ὡς τοὺς ἀγροίκους ἀεὶ χρῆσθαι τοῖς ἐξ αὐτῶν ἄρτοις διὰ τὸ τοὺς πυροὺς εἰς τὰς πόλεις κατακομίζεσθαι. οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι μετά γε τοὺς πυρίνους εἰσίν, ὅταν γ’ εὐγενεῖς ὦσιν αἱ ὄλυραι, δεύτεροι δ’ αὐτῶν εἰσιν οἱ τίφινοι. μοχθηρῶν δ’ οὐσῶν τῶν ὀλυρῶν οὐδὲν ἐκείνων ἀπολείπονται, βελτίστων δὲ τῶν τιφῶν οὐσῶν οἱ θερμοὶ τίφινοι πολὺ κρείττους εἰσὶ τῶν ὀλυρίνων. ἑωλισθέντες δὲ χείρους αὐτῶν γίγνονται· ὁλκιμώτερον γὰρ ἔχοντες τὸ σταῖς πυκνοῦνται πάνυ σφόδρα, καὶ μάλισθ’ ὅταν ἀμελῶς σκευασθῶσιν. ὥστε μετὰ μίαν ἡμέραν ἢ δύο καὶ πολὺ μᾶλλον ἐν ταῖς ἐφεξῆς ὁ φαγὼν τόν ἄρτον τοῦτον οἴεται πηλὸν ἐγκεῖσθαι τῇ κοιλίᾳ.
θερμὸς δ’ ὢν ἔτι καὶ τοῖς ἐκ τῶν πόλεων σπουδάζεται μετὰ τυροῦ τινος ἐπιχωρίου προσφερομένοις ἀυτόν, ὃν ὀνομάζουσιν ὀξυγαλάκτινον. εἶναι δὲ χρὴ καὶ τοῦτον ἁπαλὸν καὶ τὸν ἄρτον ἔτι διαφυλάττοντα φυλάττοντα τὴν ἐκ τοῦ κριβάνου θερμασίαν. ὁ μὲν οὖν οὕτως ἐσθιόμενος | οὐ μόνον τοῖς κατ’ ἀγρόν, ἀλλὰ καὶ τοῖς ἐν ταῖς πόλεσι περισπούδαστός σπούδαστός ἐστιν. ὁ δὲ τριῶν ἢ τεττάρων ἡμερῶν καὶ τοῖς ἀγροίκοις αὐτοῖς ἀηδέστερος μὲν ἤδη βρωθῆναι, δυσχερέστερος δὲ πεφθῆναι, βραδυπορώτερος δὲ κατὰ γαστέρα, τοῦ θερμοῦ μηδὲ τοῦτ’ ἔχοντος τὸ σύμπτωμα. πολὺ μὲν γὰρ ἀπολείπεται διαχωρήσεως ἕνεκα τοῦ κριθίνου, μεμπτὸς δ’ οὐκ ἔστιν ὁμοίως τῷ κεγχρίνῳ, καὶ μέντοι καὶ τρέφει τὸ σῶμα θερμὸς ὤν ἱκανῶς, ὡς ἀπολείπεσθαι μὴ πολὺ τοῦ πυρίνου συγκομιστοῦ.
τὸ δὲ σπέρμα τοῦτο τὸ τῆς τίφης ἔχει μὲν ἔξωθεν λέμμα. καθάπερ ὄλυρά τε καὶ κριθή, πτισθὲν δ’ ἀρτοποιεῖται καὶ ὅλως εἰς χρῆσιν ἄγεται. καὶ γὰρ ἐξ ὕδατος ἑψηθὲν ἐσθίεται κατὰ τὸ ὑπὸ τῶν ἀγροίκων ὀνομαζόμενον
ἀπόθερμον, ἐμβαλλομένου τοῦ πρὸϲ ἡμῶν μὲν ἑψήματοϲ, ὑπ’ ἐνίων δὲ ϲιραίου καλουμένου. καί ποτε καὶ μεθ’ ἁλῶν ἐϲθίεται ἑψόμενον, καθάπερ ἔφην ἐδηδοκέναι τοὺϲ πυροὺϲ αὐτὸϲ ἐγώ.τὴν δ’ εὐγενεϲτάτην ὄλυραν ὅταν ὡϲ χρὴ πτίϲωϲι, τὸν ὀνομαζόμενον τράγον ποιοῦϲιν, ᾧ πολλοὶ | χρῶνται δι’ ὕδατοϲ ἕψοντεϲ, εἶτα τὸ μὲν ὕδωρ ἀποχέοντεϲ, ἐπιχέοντεϲ δὲ ϲίραιον ἢ οἶνον γλυκὺν ἢ οἰνόμελι· παρεμβάλλουϲι δὲ καὶ κώνουϲ ἐν ὕδατι διαβεβρεγμένουϲ, ὡϲ ἐπὶ πλεῖϲτον ἐξῳδηκέναι. τινὲϲ δ’ ὁμογενὲϲ μέν, οὐχ ὁμοειδὲϲ δὲ τὸ ϲπέρμα τοῦτο ταῖϲ ὀλύραιϲ εἶναί φαϲι.
πολλὰ δὲ καὶ ἄλλα ϲπέρματα παραπλήϲια μέν, οὐκ ἀκριβῶϲ δὲ ταὐτὸν εἶδοϲ ἔχοντα τοῖϲ εἰρημένοιϲ ἐϲτί, τὰ μὲν ἐν τῷ μεταξὺ κριθῆϲ τε καὶ τίφηϲ, τὰ δ’ ὀλύραϲ τε καὶ τίφηϲ, ἢ μεταξὺ πυροῦ τε καὶ ὀλύραϲ. ἔνια δ’ ἐγγυτάτω τῆϲ φύϲεώϲ ἐϲτι, τὰ μὲν ὀλύραϲ, τὰ δὲ κριθῆϲ ἢ τίφηϲ ἢ πυροῦ, καθάπερ ἄλλα τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου, προϲηγορίαϲ ἔχοντα, τινὰ μὲν ἁπλᾶϲ, ὥϲπερ ἐν Ἰταλίᾳ τὸ ϲητάνιον, ἐξ οὐ τὸν χόνδρον ποιοῦϲιν, ἔνια δὲ ϲυνθέτουϲ, ὥϲπερ ἐν Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή, κατὰ δὲ τὴν Βιθυνίαν τὸ ζεόπυρον.
ἄμεινον οὖν ἐϲτὶν ἀποϲτάντα τῆϲ τοιαύτηϲ ἱϲτορίαϲ οὐ μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν ϲπερμάτων, ἕνα τινὰ κοινὸν λόγον ὑπὲρ ἁπάντων διελθεῖν. ὅϲα μὲν γὰρ ἐν ὄγκῳ βραχεῖ πλείϲτην οὐϲίαν ἔχει, καὶ ταύτην πα|χεῖάν τε καὶ γλίϲχραν, εὐχυμότερά τε καὶ τροφιμώτερα πάντ’ ἐϲτίν, οὐ μὴν ὑποχωρεῖται κάτω ῥαδίωϲ. ὅϲα δ’ ἔμπαλιν τοῖϲδε χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐϲίαν, τὰ μόρια δ’ αὐτῶν πιτυρώδη, διαχωρεῖται μὲν ἄμεινον, ἧττον δὲ τρέφει. τούτων δ’ αὐτῶν ὅϲα δυϲώδη τ’ ἐϲτὶ καὶ ἀηδίαν τιν’ ἔχοντα κατὰ τὴν γεῦϲιν, εὔδηλον, ὡϲ
κακόχυμά τε καὶ δύϲπεπτα πάντ’ ἐϲτί.