De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένουϲ ἐϲτὶ τῆϲ ζέαϲ, ἀτροφωτέρα δὲ κατὰ ποϲὸν ἐκείνηϲ. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρίμνον ἐξ αὐτῆϲ ὡϲαύτωϲ γίνεται.

ἀθήρα δὲ ἐκ τῆϲ ἀληλεϲμένηϲ εἰϲ λεπτὸν ζέαϲ ϲκευάζεται. ἔϲτι δὲ ῥόφημα ὥϲπερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόζον, ποιεῖ δὲ καὶ εἰϲ καταπλάϲματα.

ὁ δὲ τράγοϲ τὸ ϲχῆμα μὲν παραπλήϲιοϲ χόνδρω, ἀτροφώτεροϲ δὲ παρὰ πολὺ ζέαϲ, διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδεϲ, διὸ καὶ δυϲκατέργαϲτόϲ ἐϲτι καὶ κοιλίαϲ μαλακτικόϲ. περὶ μὲν οὖν τῶν ζειῶν ἱκανὰ καὶ ταῦτα.

θαυμάσαι δ’ ἔστι τοῦ Μνησιθέου μὴ γγνώσκοντος, ὅπῃ διαφέρουσιν ὄλυραι τιφῶν. ἔστι γὰρ ἑκά|τερον ἐν Ἀσίᾳ πολύ, καὶ μάλιστα κατὰ τὴν ὑπερκειμένην Περγάμου χώραν, ὡς τοὺς ἀγροίκους ἀεὶ χρῆσθαι τοῖς ἐξ αὐτῶν ἄρτοις διὰ τὸ τοὺς πυροὺς εἰς τὰς πόλεις κατακομίζεσθαι. οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι μετά γε τοὺς πυρίνους εἰσίν, ὅταν γ’ εὐγενεῖς ὦσιν αἱ ὄλυραι, δεύτεροι δ’ αὐτῶν εἰσιν οἱ τίφινοι. μοχθηρῶν δ’ οὐσῶν τῶν ὀλυρῶν οὐδὲν ἐκείνων ἀπολείπονται, βελτίστων δὲ τῶν τιφῶν οὐσῶν οἱ θερμοὶ τίφινοι πολὺ κρείττους εἰσὶ τῶν ὀλυρίνων. ἑωλισθέντες δὲ χείρους αὐτῶν γίγνονται· ὁλκιμώτερον γὰρ ἔχοντες τὸ σταῖς πυκνοῦνται πάνυ σφόδρα, καὶ μάλισθ’ ὅταν ἀμελῶς σκευασθῶσιν. ὥστε μετὰ μίαν ἡμέραν ἢ δύο καὶ πολὺ μᾶλλον ἐν ταῖς ἐφεξῆς ὁ φαγὼν τόν ἄρτον τοῦτον οἴεται πηλὸν ἐγκεῖσθαι τῇ κοιλίᾳ.