De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ἡρόδοτοϲ δ’ ἐν τῇ δευτέρα κατὰ τήνδε τὴν λέξιν· ἀπὸ πυρῶν καὶ κριθῶν πολλοὶ ζώουϲιν, Αἰγυπτίων δὲ τῷ ποιουμένῳ ἀπὸ τούτων τὴν ζωὴν ὄνειδοϲ μέγιϲτόν ἐϲτιν, ἀλλ’ ἀπ’ ὀλυρῶν ποιέονται ϲιτίᾳ, ἃς ζειὰϲ μετεξέτεροι καλέουϲι.
Διοϲκουρίδηϲ δ’ ἐν τῷ δευτέρῳ Περὶ ὕληϲ ταυτὶ γράφει· ζέα | δίϲϲη· ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δίκοκκοϲ καλεῖται, ἐν δυϲὶν ἐλύτροιϲ ϲυνεξευγμένον ἔχουϲα τὸ ϲπέρμα. ἔϲτι δὲ τροφιμωτέρα μὲν κριθῆϲ καὶ εὐϲτόμαχοϲ, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένῃ.
κρίμνον δὲ ἁδρότερόν ἐϲτι τῇ κατεργαϲίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζέαϲ καὶ πυροῦ, ἐξ οὖ ὁ πόλτοϲ γίνεται. ἕϲτι δὲ ἱκανῶϲ τρόφιμον καὶ εὐκατέργαϲτον, ϲταλτικώτερον δὲ κοιλίαϲ τὸ ἀπὸ τῆϲ ζέαϲ, μάλιϲτα δὲ προφρυχθείϲηϲ.
καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένουϲ ἐϲτὶ τῆϲ ζέαϲ, ἀτροφωτέρα δὲ κατὰ ποϲὸν ἐκείνηϲ. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρίμνον ἐξ αὐτῆϲ ὡϲαύτωϲ γίνεται.
ἀθήρα δὲ ἐκ τῆϲ ἀληλεϲμένηϲ εἰϲ λεπτὸν ζέαϲ ϲκευάζεται. ἔϲτι δὲ ῥόφημα ὥϲπερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόζον, ποιεῖ δὲ καὶ εἰϲ καταπλάϲματα.