De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
γίγνονται δ’ ἐξ αὐτῶν ὑγρῷ φυραθέντων αἱ μᾶζαι, περὶ ὧν ἐφεξῆϲ ἐροῦμεν, ἐπειδὴ καὶ Φυλότιμοϲ ἐπὶ πλέον ὑπὲρ αὐτῶν διελθὼν ἐν τῷ πρώτῳ Περὶ τροφῆϲ ὅμωϲ ἀδιόριϲτον εἴαϲε τὸ χρηϲιμώτατον ἐν αὐταῖϲ.
Τὴν δύναμιν ἑκάϲτου τῶν ἐδεϲμάτων ἔνεϲτί ϲοι καὶ πρὸ τῆϲ διωριϲμένηϲ πείραϲ ἐκ τῆϲ φύϲεωϲ αὐτῶν τεκμήραϲθαι. τίνι γὰρ οὐκ ἂν ἀνδρὶ ϲυνετῷ τὸ μὲν ἀκριβῶϲ λεπτὸν καὶ λευκὸν καὶ καθαρὸν ἀπάϲηϲ πιτυρώδουϲ οὐϲίαϲ ἄλευρον ἐνδείξαιτο καὶ κατὰ τὴν γαϲτέρα θᾶττόν τε καὶ μᾶλλον ἀλλοιοῦϲθαι καὶ διὰ τοῦτο πέττεϲθαί τε κάλλιον ἀναδίδοϲθαί τε ῥᾷον ἑτοιμότερόν τε τρέφειν, ὡϲ ἂν ὅλον ἐξομοιούμενόν τε καὶ προϲτιθέμενον τοῖϲ τρεφομένοιϲ ϲώμαϲιν, ὅϲον δ’ ἐν αὐτῷ πιτυρῶδέϲ τ’ ἐϲτὶ καὶ ϲκληρόν, ὥϲπερ ἐκτὸϲ φαίνεται μὴ διαλυόμενον ὕδατι, κατὰ τὸν αὐτὸν λόγον οὐδ’ ἐν τῇ γαϲτρὶ διαλύεϲθαι βρεχόμενον, ἀλλὰ διαμένειν ὅλον ἀδιαίρετόν τε καὶ ἀκατέργαϲτον, ὁποῖον ἐλήφθη;
τοῦτ’ οὖν οὔτε πέττεϲθαι δύναται καλῶϲ οὔτ’ ἀναδίδοϲθαι διὰ τὸ μηδ’ ἐναρμόττειν ὅλωϲ τοῖϲ ϲτόμαϲι τῶν εἰϲ τὴν γαϲτέρα καὶ τὰ ἔντερα καθηκουϲῶν φλεβῶν. οἷϲ ἐξ ἀνάγκηϲ ἕπεται πλέον μὲν ἀπ’ αὐτοῦ γίγνεϲθαι τὸ κοπρῶδεϲ, ὑπιέναι δὲ θᾶττον αὐτῷ τε τῷ διὰ πλῆθοϲ βάρει καὶ προϲέτι τῷ ῥυπτικὴν ἔχειν ποιότητα τὸ πιτυρῶδεϲ ἅπαν.
εὔδηλον οὖν ἐϲτι τῷ ταῦτ’ ἐννοήϲαντι, τοϲοῦτον ἀπολείπεϲθαι μᾶζαν εἰϲ τροφὴν ϲώματοϲ ἄρτων κριθίνων, ὅϲον οὗτοι πυρίνων. ἐχούϲηϲ γὰρ ἤδη φύϲει τῆϲ κριθῆϲ τὸ πιτυρῶδεϲ οὐκ ὀλίγον ἡ φρυγεῖϲα ξηρότερον μὲν καὶ αὐτὸ τοῦτο καὶ δυϲθραυϲτότερον ἴϲχει, ξηρότερον δὲ καὶ τὸ τούτου κρεῖττον, ἐξ οὗ τὴν τροφὴν ἐλάμβανε τὸ ϲῶμα. κατὰ τοῦτ’ οὖν ἧττόν τε πέττεται τῶν κριθίνων ἄρτων ἡ μᾶζα καὶ φύϲηϲ μᾶλλον ἐμπίπληϲι τὴν γαϲτέρα καὶ ἢν ἐπὶ πλέον ἐν αὐτῇ μείνῃ, ταραχὴν ἐργάζεται. μᾶλλον δὲ διαχωρεῖ κάτω φυραθεῖϲα καὶ τριφθεῖϲα μέχρι πλείονοϲ. εἰ δὲ καὶ μέλι προϲλάβοι, θᾶττον ἔτι καὶ διὰ τοῦτ’ αὐτὸ παρορμήϲει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν.