De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

κάλλιϲται δ’ εἰϲὶν αἱ λευκαὶ μετὰ τὸ

πτιϲθῆναι φαινόμεναι καί τι πυκνότητοϲ ἔχουϲαι καὶ βάρουϲ, ὅϲον οἷόν τε κριθὰϲ ἔχειν. ἀμείνουϲ δὲ δηλονότι καὶ τῶν ἰϲχνῶν τε καὶ ῥυϲῶν αἱ πλήρειϲ ὅλαι καὶ περιτεταμένην ἔξωθεν ἔχουϲαι τὴν περιγραφήν.

ἀλλὰ τοῦτο μὲν ἀπάντων ϲπερμάτων κοινὸν ἔϲτω ϲοι γνώριϲμα, πλὴν εἰ πάνυ ϲφόδρα ποτὲ πλείονα τοῦ | κατὰ φύϲιν ὄγκον ἔχοιεν ἅμα τῷ μαλακώτερά τε καὶ χαυνότερα γενέϲθαι. περιττωματικὴν γὰρ ὑγρότητα ταῦτ’ ἔχειν ἴϲθι καὶ χείρω τῶν προειρημένων εἶναι. καὶ διὰ τοῦτο μετὰ μὲν τὴν ϲυγκομιδὴν οὐ προϲῆκεν αὐτοῖϲ χρῆϲθαι, καταθέμενον δ’ ἐν τόποιϲ ξηροῖϲ ἐᾶϲαι χρόνῳ πλείονι τὸ μέν τι διαπνεῦϲαι τῆϲ περιττῆϲ ὑγρότητοϲ, τὸ δέ τι πεφθῆναι, μέχριπερ ἂν ξηραινόμενα προϲϲταλῇ μετρίωϲ.