De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

    Ὅτι δ’ εἰς λογικὰς ἀρχὰς ἀνάγεται παντὸς δόγματος ἡ ἀπόδειξις, ἐπιδέδεικται μὲν ἡμῖν ἐν ἁπάσαις σχεδὸν ταῖς πραγματείαις, ἀλλὰ καὶ νῦν, ἐπειδὴ τὸ διακρίνειν ἀπ’ ἀλλήλων δύνασθαι τὰ πράγματα καὶ θεωρεῖν

    783
    ἀκριβῶς τὰς ἐν ἑκάστοις ὁμοιότητάς τε καὶ ἀνομοιότητας ἐξ ἀρχῆς σκοπεῖσθαι προὐθέμεθα, προσθήσω τι παράδειγμα γυμνασίας ἕνεκεν, ὡς οὐ χρὴ μόνον ἀρκεῖσθαι τῷ δεῖξαι τὸ δεῖν ὑμᾶς γυμνάζεσθαι περὶ τὰ κατὰ μέρος, ἀλλὰ καὶ πράττειν οὕτω. οὐδὲ γὰρ ὁ Πλάτων αὐτὸς οὔθ’ Ἱπποκράτης ἠρκέσθησαν τῷ καθόλου τοῦτο συμβουλεύσασθαι, ἀλλὰ καὶ διὰ τῶν παραδειγμάτων ἐγύμνασαν ἡμᾶς ἐν πολλοῖς κατὰ μέρος. προκεχειρίσθω δέ τις ὕλη θεωρίας, ἡ τῆς περὶ ἡμᾶς προνοίας τοῦ δημιουργοῦ, τὴν ἀρχὴν ἀπὸ τῆς κατασκευῆς τοῦ σώματος ποιησαμένοις. ἔνιοι γὰρ κατά τινα τύχην ἄτεχνον καὶ ἄλογον, οὐ κατὰ πρόνοιαν σοφοῦ δημιουργοῦ διαπλάττεσθαί φασιν, ἀμυδρᾷ πρὸς τὴν πίστιν ὧν λέγουσιν ὁμοιότητι χρώμενοι, ὡς ἔνια κατὰ τὸν βίον ὑπὸ τύχης ὅμοια γίνεται τῶν κατὰ τὰς τέχνας. ὁρῶν γάρ τίς τινων τὴν περιγραφὴν ἢ τὸ σχῆμα παραπλήσιον εἶναι λέοντος προσώπῳ, καθάπερ ἐνίων δράκοντος, ἢ ἄλλου τινὸς ζώου, ὥς φασι, καί πού τις πατάξας πέτραν ἀπέῤῥηξεν
    784
    αὐτῆς τηλικοῦτον, ὡς τὸ καταλειπόμενον ἐοικέναι λέοντος μορφῇ, ἕτερά τε τοιαῦτα λέγουσιν ἅπαξ ἐν μακρῷ χρόνῳ καθ’ ὅλην τὴν οἰκουμένην γεγονότα, τῆς δὲ τῶν τεχνῶν φύσεως, ἣν ἅπαντες ἄνθρωποι φύσει ποιοῦνται, καὶ τῆς πρὸς αὐτὰς ὁμοιοτάτης ἡμῶν διαπλάσεως παντάπασιν ἐπιλανθάνονται. καίτοι γε ὁρῶνται ἐνεργοῦντας περὶ τὰς ὕλας πολλοὺς, οὔτε σκυτοτόμους ὀνομαζομένους, οὔτε τέκτονας, οὔτε πλάστας, ἐάν γε μὴ φαίνηται χρησίμου ἕνεκά τινος ἑκάστου, ὧν ἐκεῖνοι ἐδημιούργησαν, γεγονέναι. ὡς οὐδὲν ἄλλο τέχνης ὑπάρχει γνώρισμα παρὰ τὴν χρείαν ἑκάστου τῶν ἐν τῷ δημιουργηθέντι μορίῳ. ἐὰν μὲν οὖν ὁ τὰ ξύλα τέμνων τε καὶ πρίων καὶ συμπηγνὺς ἀπεργάσηται σκίμποδα, πάντ’ ἐπιτήδεια τὰ μόρια ἔχοντα πρὸς τὴν χρείαν, ἧς ἕνεκα πήγνυται, γεγονότα, τεχνίτην φασὶν εἶναι τὸν τοιοῦτον· ἐὰν δ’ ἤτοι τοὺς δεξιοὺς πόδας τοῖς ἀριστεροῖς ἀνίσους ἀπεργάσηται κατὰ τὸ μῆκος, ἢ τὸ πάχος, ἢ τὸ σχῆμα διαφέροντας, ἤ τι τοιοῦτον κατὰ τὸ ἐπίκλιντρον, ἢ τὰ διήκοντα ξύλα κατὰ τὸ μῆκός τι τῶν ἄνω μερῶν ἐπὶ τὰ κάτω φαίνηται σφαλεὶς, ἄτεχνον εἶναί φασι. καὶ πολύ γε μᾶλλον, ἂν
    785
    τὸ κατασκευαζόμενον ἐκ πολλῶν μερῶν ᾖ συγκείμενον, εἶτα μηδὲν ἐν αὐτοῖς ὁ συμπηγνὺς αὐτὰ σφάλληται, τεχνίτην εἶναί φασι τὸν κατασκευάσαντα, καθάπερ ἐπὶ τῆς ἁμάξης ὁ Ἡσίοδος εἶπεν,

  1. — — ἑκατὸν δέ τε δούραθ’ ἁμάξης.
  2. εἴτε γὰρ ὄντως ἑκατὸν, εἴτε ἀντὶ τοῦ πολλὰ τοσαῦτα εἶπεν, ὥσπερ Ὅμηρος,

  3. Τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο.
  4. καὶ διὰ τοῦτο οἱ γραμματικοί φασιν, ἀντὶ τοῦ πολλὰ ἑκατὸν εἰρηκέναι, τῷ μὴ σφαλῆναι κατά τι τῶν μορίων, ἀλλὰ καὶ τὸ μέγεθος αὐτοῖς καὶ τὸ σχῆμα περιθεῖναι τὸ πρέπον, ἐν χώρᾳ τε τῇ προσηκούσῃ τάξαι, καὶ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσιν ἀσφαλῆ καὶ δύσλυτον ἐργάσασθαι, τέχνης ἐπιδείγματα πάντες ἡγοῦνται, οὐχὶ παρ’ ἀνθρώπου διδαχθέντες οὕτω κρίνειν, ἀλλ’ ἔχοντές φύσει τέχνης ἔννοιαν ἀφωρισμένην τύχης. τὸ μὲν γὰρ ἐν ἅπασι κατορθούμενον εἰς τέχνην ἀναφέρουσι, τὸ δὲ καθ’ ἓν ἢ δύο τύχης ἔργον,

    786
    οὐ τέχνης, εἶναι πεπιστεύκασι. τὴν αὐτὴν οὖν ἔννοιαν οἱ ἀνατομικοὶ τῶν ἰατρῶν ἐθαύμασαν ἅπαντες τὴν τέχνην τῆς φύσεως. οὐ γὰρ, ὡς ἔξωθεν ὁρᾶται τὸ σῶμα συγκείμενον ἐκ μερῶν δέκα που καὶ δώδεκα ἢ, εἰ βούλει, καὶ εἴκοσιν, οὕτω καὶ κατ’ ἀλήθειαν ἔχει. σύγκειται γὰρ ἐξ ὀστέων πλειόνων ἢ διακοσίων, ὥσπερ γε καὶ μυῶν πολὺ πλειόνων ἢ διακοσίων. εἰς ἕκαστον δὲ τῶν ὀστῶν μὲν ἀφικνεῖται τὸ τρέφον ἀγγεῖον, ὃ καλοῦσιν οἱ ἄνθρωποι φλέβα, τῶν δὲ μυῶν οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀρτηρία, καὶ νεῦρα, ἴσα τε πάντα ἐστὶν ἀκριβῶς τὰ κατὰ τὸ δεξιὸν μέρος τοῦ ζώου τοῖς κατὰ θάτερον, ὀστοῦν ὀστῷ, καὶ μῦς μυῒ, καὶ φλὲψ φλεβὶ, καὶ νεῦρον νεύρῳ, καὶ ταῖς ἀρτηρίαις ἀρτηρίαι. διὸ καὶ θαυμαστῶς ὁ Ἱπποκράτης ἔφη, τοῦτο μὲν ἐπεὶ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι. μέγιστον γάρ ἐστι σημεῖον τῆς ἐν τοῖς μορίοις δικαιοσύνης καὶ ἡ τοῦ σχήματος ὁμοιότης, ἥ τε τῆς χώρας, καθ’ ἣν ἐμφύεται τὰ τρία ταῦτα ὄργανα, τὴν φλέβα λέγω καὶ τὴν ἀρτηρίαν καὶ τὸ νεῦρον ἐν ἑκάστῳ τῶν μυῶν, ἥ τε τῆς ἐν αὐτοῖς σχέσεως ἐναντιότης οὐ δικαιοσύνην
    787
    μόνον ἐν τῇ κατασκευῇ τοῦ σώματος ἐνδείκνυται σαφῶς, ἀλλὰ καὶ δύναμιν ἄκραν τοῦ κατασκευάσαντος αὐτὸ τὸ σῶμα. τοὺς γάρ τοι σκοποὺς τῆς κατασκευῆς ἐὰν ἀριθμήσῃς, εἶθ’ ἕκαστον αὐτῶν εὕρῃς κατωρθωμένον, ἐναργῶς σοι φανεῖται τὸ μέγεθος αὐτοῦ, φημὶ τοῦ δημιουργοῦ. οὐ γὰρ ἁπλῶς οὕτως, ὡς ἂν ἀμελῶς τις ἐννοήσειεν, ἰσάριθμόν ἐστι τὸ πλῆθος τῶν ὀστῶν καὶ τῶν μυῶν τοῖς ὀστοῖς τε καὶ μυσὶν, ἀλλὰ καὶ τῶν ὑπαρχόντων αὐτοῖς, μεγέθους λέγω καὶ θέσεως, καὶ συνθέσεως, καὶ ἀριθμοῦ, καὶ σχήματος, ὅλης τε τῆς διαπλάσεως, ἅπερ καὶ κατὰ τὰς ἀρτηρίας, καὶ τὰς φλέβας, καὶ τὰ νεῦρα φαίνεται φυλαττόμενα. καὶ γὰρ, ὁποῖον αὐτῶν ἕκαστον εἶναι προσήκει καὶ ὁπηλίκον, ὅπῃ τε μέρος ἐμφυόμενον τοῦ μυὸς, ὅπως τε κατασχιζόμενον, ἀκριβῶς φυλάττεται καθ’ ἕκαστον αὐτῶν, ἔτι τε πρὸς τούτοις ἡ πάντων ἰσότης τῶν ἀριστερῶν πρὸς τὰ δεξιὰ, τοσούτους ἔχουσα καὶ αὐτὴ τοὺς κατὰ μέρος σκοποὺς, ὅσους καὶ τὰ μόρια. καὶ ταῦτά σοι λέγω μηδέπω μνημονεύων ἑκάστου τῶν σπλάγχνων, ἢ τῶν ἄλλων μορίων, ὅσα κατὰ
    788
    περιγραφὴν ἰδίαν ὁρᾶται. φαίνεται γὰρ κᾀν τούτοις οὐκ ὀλίγοις ἀριθμὸς σκοπῶν ἐν ἑκάστῳ. δυοῖν γοῦν ὀφθαλμῶν ὑπαρχόντων ἡμῖν, ἴσον ἑκατέρῳ τὸ πλῆθος τῶν μορίων ἐστὶ, οὔτε κατὰ σχῆμα παραλλάττον, οὔτε κατὰ τὸ μέγεθος, ἢ τὴν θέσιν, ἢ τὴν διάπλασιν, ἢ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσιν καὶ σύμφυσιν, ἀλλὰ καὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν ἴσον ἀκριβῶς ἐν ἑκατέρῳ, καὶ τὸ ὑαλοειδὲς ὁμοιότατον κατά τε χρόαν καὶ σχῆμα καὶ σύστασιν. ὀνομάζω δὲ σύστασιν τὴν κατὰ μαλακότητα καὶ σκληρότητα διαφορὰν τῶν μορίων. οὐ μὴν οὐδὲ τῶν ὑμένων τε καὶ χιτώνων οὐδεὶς ἑτέρως ἔχων ἐν ἑκατέρῳ τῶν ὀφθαλμῶν ἐστιν, ἀλλ’ ἀκριβῶς ἴσον μὲν τὸ μῆκος, ἴσον δὲ τὸ πάχος ἢ τὴν λεπτότητα, καθάπερ γε καὶ τὴν χρόαν καὶ τὴν σύστασιν οὐδὲ βραχὺ παραλλάττων. οὕτω δὲ καὶ ὁ τῶν μυῶν ἀριθμὸς ἴσος, ὅ τε καθ’ ἕκαστον αὐτῶν ὄγκος τοῦ σώματος ἅμα τῷ σχήματι καὶ τῇ χρόᾳ καὶ τῇ συστάσει. τὴν δὲ αὐτὴν εὑρήσεις δικαιοσύνην ἐν ἅπασι τοῖς ὀργανικοῖς τοῦ σώματος μορίοις. οὐ γὰρ μόνον ὅσα διττὰ,
    789
    καθάπερ οἱ ὀφθαλμοὶ, καὶ τὰ ὦτα, καὶ αἱ γένυς, οἵ τε νεφροὶ καὶ οἱ ὄρχεις, καὶ αἱ χεῖρες ὅλαι, καὶ τὰ σκέλη, τὴν κατασκευὴν ἀκριβῶς ἔχει τὴν αὐτὴν τὰ δεξιὰ τοῖς ἀριστεροῖς, ἀλλὰ καὶ τῶν μονοφυῶν εἶναι δοκούντων ὅσα διφυῆ κατ’ ἀλήθειάν εἰσιν, οἷον ἐγκέφαλος, γλῶττα, γένυς, πνεύμων, θώραξ, καὶ μῆτραι τῶν γυναικῶν, ἕτερά τε τοιαῦτα. καθ’ ἕκαστον γὰρ αὐτῶν τὰ δεξιὰ τοῖς ἀριστεροῖς τὸν ἀριθμὸν ἴσον ἔχει τῶν μορίων ἅμα τῷ μεγέθει, καὶ τῷ πάχει, καὶ τῇ λεπτότητι, καὶ τῇ χρόᾳ, καὶ τῇ συστάσει, καὶ τῇ φύσει πάντως ἀπαράλλακτον. οὕτω δὲ καὶ τὸ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων γένος ἴσα τὰ δεξιὰ τοῖς ἀριστεροῖς πάντως ἐστὶν ἀπαράλλακτά τε κατὰ τὰς τῶν οὐσιῶν ὁμοιότητας. ὥσπερ οὖν ἐπὶ τῶν ἀνθρωπείων παθῶν ποιούμεθα τὰς κρίσεις, οὕτω χρὴ κᾀπὶ τῶν θείων ποιεῖσθαι, καὶ θαυμάζειν τὸν τοῦ σώματος ἡμῶν δημιουργὸν, ὅστις ποτέ ἐστι θεῶν. εἰ δ’ ἐκ τοῦ μὴ βλέπειν αὐτὸν οὐδ’ εἶναι φήσομεν, οὐ φυλάξομεν ἔτι τὴν ὁμοιότητα τῆς πρὸς τὰς τέχνας κρίσεως, ἐφ’ ὧν οὐκ ἐν
    790
    τῷ θεᾶσθαι τὴν συμπήξασαν τὴν ναῦν ἣ τὸν σκίμποδα τὴν κρίσιν τῆς τέχνης ἐποιούμεθα, παραλιπόντες σκοπεῖσθαι τὴν χρείαν ἑκάστου τῶν μορίων, ἀλλ’ ἐν τούτῳ τὸ κῦρος αὐτῆς ἐθέμεθα. γελοῖον γὰρ, εἴ τις ἐν τῷ θεάσασθαι τὸν κατασκευάζοντα τούτων τι τεχνίτην εἶναι νομίζοι, καὶ εἰ ἔνια τῶν μερῶν εὑρίσκοι κακῶς κατεσκευασμένα. γελοῖον δὲ κᾂν ἄριστα κατεσκευασμένης τῆς νεὼς, ἢ τῆς οἰκίας, ἢ τῆς κλίνης, ἀγνώστου δ’ ὄντος τοῦ κατασκευάσαντος, νομίζειν ἄνευ τῆς τέχνης γεγονέναι τὰ τοιαῦτα, ἢ κατὰ τύχην διακρινόντων ἁπάντων, καὶ τὴν μὲν σπανιάκις ἁμαρτάνειν τοῦ σκοποῦ, τὴν δ’ ἐπιτυγχάνειν ὀλιγάκις, ἀχρείαν δὲ καὶ μὴ τεχνικὴν ἡγεῖσθαι τὴν τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς αἰτίαν εἶναι, φυλάττοντα τὴν ὁμοιότητα τῆς κρίσεως ἐπὶ τῶν ὁρατῶν τεχνιτῶν πρὸς τοὺς μὴ ὁρωμένους. οὐ γὰρ ἔξωθεν ἐπεισάγειν προσήκει κριτήριον εἰς ἐπίσκεψιν ὧν ἅπαντες ἔχομεν φύσει. τούτοις τοῖς κριτηρίοις χρώμενος ὁ Ἱπποκράτης ἔγραψε τάσδε φωνάς· εὐπαίδευτος ἡ φύσις ἐοῦσα, οὐ μαθοῦσα τὰ δέοντα ποιέειν. καὶ ἐν ἄλλαις ἄλλως· φύσιες νούσων οἱ ἰητροί. ὡσαύτως
    791
    ἔχει καὶ τοῦτο· φύσις ἐξαρκέσει παντάπασιν. καλεῖ δ’ αὐτὴν καὶ δικαίαν ἐνίοτε, καὶ τὸν ἰατρὸν ὑπηρέτην τε καὶ μιμητὴν αὐτῆς εἶναί φησι, καὶ διὰ παντὸς ἐν τοῖς κατὰ μέρος λόγοις ὑμνεῖ τε καὶ θαυμάζει τὴν δύναμιν αὐτῆς, ἥτις μέν ἐστιν ἡ οὐσία τῆς διαπλαττούσης τε καὶ διοικούσης ἡμᾶς φύσεως, οὐ τολμῶν ἀποφῄνασθαι, τὸ δὲ δημιουργικὸν ἡμῶν αἴτιον, ὡς ἔθος ἐστὶν ἅπασιν ἀνθρώποις, ὀνομάζων φύσιν.

Ἀλλὰ Πλάτων γε καὶ τὸ κατασκευάσαν ἡμᾶς αἴτιον ἀπεφῄνατο, τὸν τοῦ κόσμου δημιουργὸν θεὸν, τοῖς ἑαυτοῦ παισὶ κελεῦσαι λόγῳ διαπλάσαι τὸ τῶν ἀνθρώπων γένος, λαβόντας μὲν παρ’ αὐτοῦ τῆς ἀθανάτου ψυχῆς τὴν οὐσίαν, προσθέντας δ’ ἐν αὐτῇ τὸ γεννητόν. ἀλλ’ ἐκεῖνό γε χρὴ γινώσκειν ἡμᾶς, ὡς οὐκ ἔστιν ὅμοιον εἶδος ἀποδείξεώς τε καὶ θέσεως τοῦ κατὰ πρόνοιαν θεοῦ τινος ἢ θεῶν ἡμᾶς κατεσκευάσθαι, καὶ τοῦ γνῶναι τὴν οὐσίαν τοῦ κατασκευάσαντος, ὥσπερ οὐδὲ τῆς ψυχῆς ἡμῶν. ὅτι μὲν ἄκρας ἐστὶ σοφίας καὶ δυνάμεως ἡ τοῦ σώματος ἡμῶν κατασκευὴ,

792
δι’ ὧν ὀλίγον ἔμπροσθεν εἷπον ἐπιδείκνυται. τὰ δὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῶν διαπλασάντων ἡμᾶς θεῶν, ἔτι τε μᾶλλον ὅσα περὶ τοῦ σώματος ἡμῶν λέγεται παντὸς ὑπὸ τοῦ θειοτάτου Πλάτωνος, ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἐκτείνεται, ὡς αὐτὸς ἐδήλωσεν ἐν Τιμαίῳ, πρῶτον ἐνάρχεσθαι μέλλων τῆς φυσιολογίας, εἶτα καὶ μεταξὺ κατὰ τὴν διέξοδον λόγου παρεντιθεὶς τὴν ἀπόφασιν. ἄρχεσθαι μὲν οὖν μέλλων αὐτοῦ ὁ Τίμαιος, (τοῦτον γὰρ ὑπέθετο τοὺς περὶ φύσεως τῶν κατὰ τὸν κόσμον ἅπαντα λόγους διερχόμενον,) ᾧδέ πώς φησι. ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν εἰπόντων περὶ θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γενώμεθα πάντη πάντως ἂν τοὺς αὐτοὺς αὐτῆς ὁμολογουμένους λόγους καὶ ἀπηκριβωμένους ἀποδοῦναι, μὴ θαυμάσῃς, ἀλλ’ ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώμεθα, εἰκότως ἀγαπᾷν χρὴ, μεμνημένους, ὡς ὁ λέγων, ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν. ὥστε περὶ τούτου τὸν εἰκότα μῦθον ἀποδεχομένους πρέπει μηδὲν ἔτι πέρα ζητεῖν. οὕτω δὲ καὶ τὰ περὶ ψυχῆς αὐτῷ γεγραμμένα τοῦ πιθανοῦ καὶ εἰκότος ἔχεσθαί φησιν, ᾧδέ πως εἰπών. τὰ μὲν οὖν
793
περὶ ψυχῆς, ὅσον θνητὸν ἔχει, καὶ ὅσον θεῖον, καὶ όπῃ, καὶ μεθ’ ὧν, καὶ δι’ ἃ χωρὶς ᾠκίσθη, τὸ μὲν ἀληθὲς ὡς εἴρηται, θεοῦ ξυμφήσαντος, τότ’ ἂν οὕτω μόνως διϊσχυριζοίμεθα. τό γε μὴν εἰκὸς ἡμῖν εἰρῆσθαι, καὶ νῦν ἔτι μᾶλλον ἀνασκοποῦσι διακινδυνευτέον τε φάναι καὶ πεφάσθω. ὥσπερ οὖν ταῦτα περὶ ψυχῆς εἶπεν ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἡμῖν γιγνώσκεσθαι προειρημένα, καὶ διὰ τοῦτο κᾀγὼ τολμηρῶς ἀποφῄνασθαι περὶ αὐτῶν οὐ θεωρῶ, κατὰ δὲ τοὐναντίον, ὅτι πλείω τὰ τῆς ψυχῆς ἐστιν εἴδη, καὶ ὅτι τριχῆ κατῴκισται, καὶ ὅτι τὸ μὲν αὐτῶν θεῖόν ἐστιν, ᾧ λογιζόμεθα, τὰ δὲ λοιπὰ δύο παθητικὰ, τὸ μὲν, ᾧ θυμούμεθα, τὸ δὲ, ᾧ τῶν διὰ τοῦ σώματος ἡδονῶν ἐπιθυμοῦμεν, ὃ κᾀν τοῖς φυτοῖς ἐστιν, ἀποδείξεις ἔχειν φημὶ, καὶ μέντοι καὶ ὅτι τὸ μὲν ἐν ἐγκεφάλῳ κατῴκισται, τὸ δὲ ἐν καρδίᾳ, τὸ δ’ ἐν ἥπατι. καὶ γὰρ τούτων εἰσὶν ἀποδείξεις ἐπιστημονικαὶ, καὶ περὶ αὐτῶν ἠγωνισάμην ἐν τοῖς πρώτοις ἓξ ὑπομνήμασι τῆσδε τῆς πραγματείας, οὔτε περὶ τῆς οὐσίας εἰπών
794
τι τῶν τριῶν εἰδῶν τῆς ψυχῆς, οὔτε περὶ τῆς ἀθανασίας, οὔθ’ ὅλως ζητήσας, πότερα κυρίως ὀνομάζων εἴρηκεν ἐν Τιμαίῳ θνητὰ τὰ δύο μέρη τῆς ψυχῆς, ἢ ταύτην αὐτοῖς ἐπήνεγκε τὴν προσηγορίαν, ἀθανάτοις οὖσιν, ὡς χείροσι τοῦ λογιστικοῦ, καὶ ὡς κατὰ τὰ θνητὰ τῶν ζώων ἐνεργοῦσι μόνον. τὸ γὰρ, ὅτι τριχῆ κατῴκισται τὰ ψυχῆς εἴδη, καὶ ὅτι τοσάσδε τὰς δυνάμεις ἕκαστον αὐτῶν ἔχει, καὶ ὅτι τοιάσδε τινὰς εἴς. τε τὴν ἰατρικὴν τέχνην χρήσιμον ὑπάρχειν, εἴς τε τὴν ἠθικήν τε καὶ πολιτικὴν ὀνομαζομένην φιλοσοφίαν, εὐλόγως Ἱπποκράτει τε καὶ ἡμῖν ζητεῖται. πότερον δὲ καὶ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν ἀθάνατα τετύχηκεν ὄντα, καθάπερ ἡγοῦνται πολλοὶ τῶν Πλατωνικῶν, ἢ θνητὰ, κυρίως εἴρηται κατὰ Τίμαιόν τι μᾶλλον, οὐ πάνυ τι χρήσιμον οὔτ’ εἰς ἰατρικὴν οὔτε τὴν ἠθικήν τε καὶ πολιτικὴν φιλοσοφίαν ὀνομαζομένην ὑπάρχον, εἰκότως τοῖς ἰατροῖς καὶ πολλοῖς τῶν φιλοσόφων παραλέλειπται. τῆς θεωρητικῆς οὖν φιλοσοφίας ἐστὶ μᾶλλον, ἢ τῆς πρακτικῆς. ἀλλ’ ὅτι τὸ βέβαιον αἱ περὶ τούτων ἀποδείξεις οὐκ ἔχουσιν, αὐτὸν ἐπέδειξα τὸν Πλάτωνα διὰ
795
τῆς ἐν Τιμαίῳ ῥήσεως ὁμολογοῦντα. οὐ μὴν περί γε τῶν ἐν τῷ τετάρτῳ Πολιτείας ὑπ’ αὐτοῦ γεγραμμένων ἔστιν εἰπεῖν, ὡς ἄχρι τοῦ πιθανοῦ προερχομένων μόνον. ἀλλ’ ἐμοὶ μὲν ἐπιστημονικαὶ δοκοῦσιν αἱ ἀποδείξεις ὑπάρχειν, ἄλλο μὲν εἶναι τὸ λογιστικὸν, ἄλλο δὲ τὸ θυμοειδὲς, ἄλλο δὲ τὸ ἐπιθυμοῦν ἀποδεικνύντος αὐτοῦ. ᾧ δὴ καὶ δῆλον, ὅπερ ἐξ ἀρχῆς λέγω, χαλεπώτατον εἶναι διακρίνειν τὰς ὁμοιότητας. ὅπου γὰρ αὐτῶν τῶν Πλατωνικῶν πολλοὶ ἐναντίως οἷς ὁ Πλάτων ἀπεφῄνατο ἐδόξασαν, πῶς ἄν τις ἐπὶ τοῖς ἄλλοις φιλοσόφοις θαυμάσειεν ἀγνοοῦσι διακρίνειν τὸ πιθανὸν μὲν, οὐκ ἀληθὲς δὲ, τοῦ βεβαίως ἀληθοῦς, ὅπερ οὐκ ἂν ἐγένετο, οὐδὲ μιᾶς ὁμοιότητος οὔσης τοῖς ψευδέσι καὶ πιθανοῖς πρὸς τὰ μετ’ ἐπιστήμης δεικνύμενα. μάθοις δ’ ἂν ἐναργῶς αὐτὸ τοῦτο κᾀκ τοῦ τετάρτου τῆς Πολιτείας. ἀξιώματι γὰρ εἰς τὴν ἀπόδειξιν μέλλων χρῆσθαι τοῦ πλείω τὰ τῆς ψυχῆς ἡμῶν εἶναι μόρια προσέχειν ἀκριβῶς αὐτῷ παρακελεύεται, γιγνώσκων ἐνίους ἀντεροῦντας, ὡς οὐκ ἀληθῆ, διὰ τὸ μὴ
796
δύνασθαι ἀντικρίνειν ἀπὸ τῶν ἀληθινῶν τὰ πιθανὰ μὲν, οὐκ ἀληθῆ δὲ, πολλῆς ἐν αὐτοῖς οὔσης ὁμοιότητος. ἐντεῦθεν γάρ τοι καὶ τὸ τῶν δογμάτων πλῆθος ἐγένετο κατ’ ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐ δυναμένων ἁπάντων διορίζειν ἀπὸ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων τισὶν, ἢ ἑπομένων, ἢ μαχομένων, ἤ τινα ἄλλην σχέσιν ἐχόντων πρὸς ἄλλα, τὰ τὸ δυνατὸν ἔχοντα μόνον. ὁμοιότης γάρ ἐστι κᾀνταῦθα πολλοῖς τῶν ἀναγκαίων πρὸς τὰ δυνατὰ μὲν, ὅσον ἐπὶ τῇ νοήσει, μὴ μέντοι γε ὑπάρχοντα κατὰ ἀλήθειαν. ἀλλὰ καὶ τούτων κᾀνταῦθα μόνοις τοῖς γεγυμνασμένοις κατ’ αὐτὰ καλῶς τὴν διάγνωσιν οἴονται πεποιῆσθαι, καὶ μόνη γ’ ἀρκέσει τοῖς βουλομένοις ἀποδεικτικοῖς γενέσθαι, μετὰ τοῦ δηλονότι συνετοῖς εἶναι φύσει. θαυμάζειν οὖν δίκαιόν ἐστι καὶ μετὰ τοῦτο τὸν Πλάτωνα, μὴ μόνον τὰς μεθόδους εἰπόντα διὰ συντόμων, ἀλλὰ καὶ γυμνάσαντα καθ’ ἑκάστην. ἔστι μὲν γὰρ τρία κεφάλαια, πρῶτον μὲν τὸ περὶ διαίρεσιν καὶ σύνθεσιν,
797
δεύτερον δὲ τὸ περὶ τὴν τῶν ἀκολούθων τε καὶ μαχομένων γνῶσιν, ἐπ’ αὐτοῖς δὲ τρίτον τὸ κατὰ τὴν πρὸς ἄλληλα τῶν πραγμάτων μεταβολὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, ἴσως τε καὶ ὁμοίως, καὶ ἀνάλογόν ἐστιν ἥ τε ταὐτοῦ καὶ ἡ ἑτέρου γνῶσις, οἷς ἅπασι κοινὰ συμβέβηκε, περὶ ἃ γεγυμνάσθαι χρὴ, τὸ δυνατὸν καὶ ἀναγκαῖον, ἥ τ’ ἐν τούτοις ὁμοιότης τε καὶ ἀνομοιότης. οἱ μὲν οὖν σκοποὶ, καθ’ οὓς ἕκαστα τούτων ὀρθῶς ἄν τις μεταχειρίζοιτο, παντάπασιν ὀλίγοι, καὶ τὸ κατ’ αὐτοὺς γυμνάσιον οὐκ ὀλίγου χρόνου δεόμενον. ἐνδείκνυται δὲ τοῦτο καὶ κατὰ τὸ τέταρτον τῆς Πολιτείας ὁ Πλάτων, ἔνθα βούλεται δεῖξαι τὴν ψυχὴν ἡμῶν, οὐχ ἁπλῆν οὐδὲ μονοειδῆ κατὰ τὴν οὐσίαν, ἀλλὰ σύνθετον ἐκ τριῶν μερῶν, ὧς ἕκαστον μὲν ἴδιον ἔχει τὸ εἶδος, οὐ μίαν δὲ δύναμιν, ἀλλὰ πλείους. εἰς γὰρ τὴν ἀπόδειξιν αὐτοῦ χρῆταί τινι τῶν πρὸς νόησιν ἐναργῶν λόγῳ τοιῷδε. δῆλον ὅτι ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα. τοῦτο μὲν οὖν τὸ ἀξίωμα, καθ’ ὃ τὴν
798
ἀπόδειξιν ἐγχειρεῖ ποιήσασθαι. γιγνώσκων δὲ μὴ παντὶ τὸν εἰρημένον εἶναι λόγον σαφῆ ἐπάγει αὐτὸς οὗτος ᾧδε· ἑστάναι εἶπον καὶ κινεῖσθαι τὸ αὐτὸ ἅμα κατὰ τὸ αὐτὸ ἀδύνατον. οὐκ ἀρκεσθεὶς δὲ οὐδὲ τούτῳ διὰ τὸ συντόμως εἰρῆσθαι μακρότερον αὖθις διέρχεται τὸν αὐτὸν λόγον ᾧδέ πως γράφων. ἔτι τοίνυν ἀκριβέστερον διομολογησώμεθα, μήπως προϊόντες ἀμφισβητήσωμεν. εἰ γάρ τις λέγοι ἄνθρωπον ἑστηκότα, κινοῦντα δὲ τὰς χεῖράς τε καὶ τὴν κεφαλὴν, ὅτι ὁ αὐτὸς ἕστηκε καὶ κινεῖται ἅμα, οὐκ ἂν, οἶμαι, ἀξιοῖμεν οὕτως λέγειν δεῖν, ἀλλ’ ὅτι τὸ μέν τι αὐτοῦ ἕστηκε, τὸ δὲ κινεῖται. οὐχ οὕτως; οὕτω. μετὰ δὲ τοῦτο τὸ παράδειγμα χρησιμώτερον ἕτερον εἰς ἀντιλογίαν τοῦ προκειμένου ἀξιώματος ἐπιφέρων ᾧδέ πως γράφει. οὐκοῦν, καὶ εἰ ἔτι μᾶλλον χαριεντίζοιτο ὁ ταῦτα λέγων κομψευόμενος, ὡς οἵ τε στρόμβοι ὅλοι ἑστᾶσί τε ἅμα καὶ κινοῦνται, ὅταν ἐν τῷ αὐτῷ πήξαντες τὸ κέντρον περιφέρωνται, ἢ καὶ ἄλλο τι κύκλῳ περιὸν ἐν τῇ αὑτοῦ
799
ἕδρᾳ τοῦτο δρᾷν, οὐκ ἂν ἀποδεχοίμεθα, ὡς οὐ κατὰ ταὐτὰ αὐτῶν τὰ τοιαῦτα μενόντων τε καὶ φερομένων, ἀλλὰ φαίημεν ἂν, ἔχειν αὐτὰ εὐθύ τε καὶ περιφερὲς ἐν ἑαυτοῖς, καὶ κατὰ μὲν τὸ εὐθὺ ἑστάναι, οὐδαμῇ γὰρ ἀποκλίνειν, κατὰ δὲ τὸ περιφερὲς κύκλῳ κινεῖσθαι, καὶ ὅταν δὲ τὴν ἰθυωρίαν, ἢ εἰς δεξιὰ, ἢ εἰς ἀριστερὰ, ἢ εἰς τὸ πρόσθεν, ἢ εἰς τὸ ὄπισθεν ἐκκλίνει ἅμα περιφερόμενόν τε, οὐδαμῇ ἑστάναι. ταῦτα προειπὼν ὁ Πλάτων σαφέστατα συνάπτων αὐτὸς ἐφεξῆς φησιν· οὐδὲν ἄρα ἡμᾶς τῶν τοιούτων λεγομένων ἐκπλήξει, οὐδὲ μᾶλλόν τι πείσει, ὥς ποτέ τοί τι ἂν τὸ αὐτὸ ὂν ἅμα κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τἀναντία πάθοι, ἢ καὶ εἴη, ἢ καὶ ποιήσειεν. ἐν τούτοις διορίζει τὰς ἐν τοῖς εἰρημένοις πράγμασιν ὁμοιότητας ἐπιδεικνὺς, ὅπως ἐνδέχεταί τινα τῶν μὴ καθορώντων ἀκριβῶς αὐτὰς οἴεσθαι, τὸν εἰρημένον ὑπ’ αὐτοῦ καθόλου λόγον οὐκ εἶναι διὰ παντὸς οὐδ’ ἐπὶ πάντων ἀληθῆ· δύνασθαι γὰρ τἀναντία κατὰ τὸν αὐτὸν χρόνον πρὸς τὸ αὐτὸ ποιεῖν ἢ πάσχειν, ἐπὶ τὰ μόρια τὸν λόγον ἀνάγοντα,
800
καθάπερ ἐπ’ ἀνθρώπου κινουμένου μὲν τοῖσδε τοῖς μορίοις, ἡσυχάζοντος δὲ τοῖσδε. πρόδηλον γὰρ, ὡς οὐ σώζεται τὸ ταὐτὸν ἀκριβῶς ἐν τοῖς τοιούτοις. ἀλλ’ ἐάν τις ἐπιδεῖξαι δύναιτο, τὸν δάκτυλον ἡσυχάζειν τε ἅμα καὶ κινεῖσθαι, οὗτος ἂν εἴη τὸ προειρημένον ἀξίωμα διαβεβληκώς. δείξας οὖν ὁ Πλάτων κᾀνταῦθα τὴν ὁμοιότητα τοῦ βουληθέντος ἀντειπεῖν κατὰ τὸν εἰρημένον λόγον, ἐφ’ ἑτέραν ἀντιλογίαν πιθανωτέραν μεταβὰς, ἐπιδείκνυσι κᾀκείνην κατὰ τὸ μὴ δύνασθαι διακρίνειν τὴν ὁμοιότητα τῆς ἀνομοιότητος ἐσομένην. ἐν γὰρ τοῖς στρόμβοις δύναιτ’ ἄν τις λέγειν τἀναντία μὴ περὶ ταὐτὸν σῶμα συμβαίνοντα, ὅταν ἐν ἑνὶ τόπῳ πήξαντες τὸ κέντρον περιφέρωνται. ἀλλὰ καὶ κατὰ τοῦτο τὸ παράδειγμά φησιν ὁ Πλάτων, ἕτερον μὲν εἶναι τὸ ἑστὸς τοῦ στρόμβου, ἕτερον δὲ τὸ περιφερόμενον, ὃ δὴ κύκλον προσηγόρευσεν αὐτός. ἐν τούτῳ τῷ λόγῳ παντὶ σκοπὸν ἡμᾶς ἐδίδαξε τῆς διακρίσεως τῶν οὕτω λεγομένων ἐν διαφορᾷ κινεῖσθαι τοῦ τε ἀκριβῶς λεγομένου ταὐτοῦ, καὶ τοῦ παχέος τε καὶ πλατέος, καὶ οὐκ ἀκριβῶς. ὁ μὲν γὰρ
801
αὐτὸς ἵππος οὐ δύναται κατὰ τὸν αὐτὸν ἅμα χρόνον εἰς Ἀθήνας τε καὶ Κόρινθον ἀπιέναι, καθάπερ οὐδ’ εἶναι κατὰ τὸν αὐτὸν ἅμα χρόνον Ἀθήνῃσι καὶ ἐν Κορίνθῳ, οὐδὲ μέλας καὶ λευκὸς εἶναί τε καὶ λέγεσθαι καθ’ ἕνα χρόνον τὸν αὐτὸν, εἰ μὴ τὸ μὲν ἥμισυ φέρε τοῦ σώματος λευκὸν αὐτοῦ εἴη, τὸ δ’ ἕτερον αὐτοῦ μέλαν, ἀλλ’ ὅτι οὔτε τὸ λευκὸν μέρος ἅμα λευκόν τε εἶναι καὶ μέλαν, οὔτε τὸ μέλαν ἅμα μέλαν τε καὶ λευκὸν οἷόν τ’ εἶναι. κατὰ τοῦτον οὖν τὸν σκοπὸν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς γυμνάζων ἡμᾶς διακρίνει τό τε ταὐτὸν ἀπὸ τοῦ ἑτέρου καὶ τὸ ὅμοιον ἀπὸ τοῦ ἀνομοίου. κᾀπειδὴ ταῦτα ἔπραξεν, αὐτὸς ἐφεξῆς κατὰ λέξιν ὡδί πως ἔγραψε. μήτοι τις, ἦν δ’ ἐγὼ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ, ὡς οὐδεὶς ποτοῦ ἐπιθυμεῖ, ἀλλὰ χρηστοῦ ποτοῦ, καὶ οὐ σίτου, ἀλλὰ χρηστοῦ σίτου, τὰ δ’ αὐτὰ ἕκαστα αὐτοῦ ἑκάστου μόνου. εὔδηλον οὖν ὅτι προσθεὶς κατὰ τὸν λόγον εὐθὺς ἐν ἀρχῇ, μήτοι τις, ἦν δ’ ἐγὼ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ, διὰ τοῦτο προσέθηκε τὸ ἀσκέπτους, εἰδὼς ὅτι περὶ ἕκαστον τούτων ἐσκέφθαι χρὴ διατρίψαντα καὶ γυμνασάμενον πολυειδῶς. τοιαύτη γάρ
802
τις ἡ περιοδευομένη φαντασία παρὰ τοῖς μετ’ αὐτὸν Ἀκαδημαϊκοῖς ὠνομάσθη. καὶ θαυμαστὸν οὐδὲν ἓν τῆς πολλῆς τῆς περὶ τὸ προκείμενον πρᾶγμα σκέψεως ἀκριβεστέραν αὐτοῦ γίγνεσθαι τὴν γνῶσιν, ὅπου γε καὶ τῶν ταῖς αἰσθήσεσι διαγιγνωσκομένων ἡ γνῶσις ἀκριβεστέρα τοῖς συνεχῶς αὐτὰ θεωμένοις γίγνεται, καθάπερ ἐπὶ πολλῶν διδύμων φαίνεται, δοκούντων τοῖς μὲν ἀήθεσιν ἀπαραλλάκτων εἶναι, τοῖς δὲ συνήθεσι καὶ πάνυ ῥᾳδίως διακρινομένων. ὥσπερ δὲ ἐπὶ τῶν ἀξιωμάτων αἱ ὁμοιότητες πλάνας καὶ αἱ ἀνομοιότητες παρέχουσι τοῖς ἀγυμνάστοις τε καὶ ἀσκέπτοις, οὕτω καὶ περὶ τῶν ζητουμένων πραγμάτων ἀπάτη γίγνεται πολλάκις οὐχ ἥκιστα καὶ διὰ τὰς ὁμωνυμίας διττὰς οὔσας, ἑτέρας μὲν ἐκ τοῦ τῶν ὁμογλώττων ἔθους, ἑτέρας δ’ ἐξ αὐτοῦ τοῦ τῶν διαλέκτων, ὥσπερ ἀμέλει καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν μερῶν ἡ ζήτησις γέγονεν, ἀποδεικνύντος μὲν τοῦ Πλάτωνος, μὴ δύνασθαι τὸ ταὐτὸ τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτόν. ἐν γὰρ τοῖς ἐπιφερομένοις σαφῶς αὐτὸ τοῦτο διῆλθεν, ὀνομάζων ταὐτὸν τὸ τῆς ψυχῆς εἶδός τε καὶ μέρος. ἔνιοι δὲ τὸ ταὐτὸν
803
ἐπὶ δυνάμεως εἰρῆσθαί φασιν, ὡς καὶ οὗτος εἶπεν, τὴν αὐτὴν δύναμιν ἑνὶ χρόνῳ πρὸς ἕν τι πρᾶγμα μὴ δύνασθαι τἀναντία ποιεῖν ἢ πάσχειν, οὐδὲ τοῦτ’ ἐννοήσαντες, ὅτι τὸ μὲν ποιεῖν ἐπὶ τῆς δυνάμεως ἀκούειν ἐγχωρεῖ, τὸ πάσχειν δ’ οὐκ ἐγχωρεῖ. κατὰ γὰρ τὸ δρᾷν ὁ Πλάτων ἀεὶ φαίνεται τὸ τῆς δυνάμεως ὄνομα προσφερόμενος, οὐ κατὰ τὸ πάσχειν. ἕκαστον γὰρ τῶν ὄντων δρᾷν μέν τι δύναται καθ’ ἣν ἔχει δύναμιν, ἡγούμενος, οὐ μὴν καὶ πάσχειν κατὰ δύναμιν, ἀλλὰ καὶ κατὰ ἀσθένειαν μᾶλλον, ὅτε ἰσχυρότερον αὐτοῦ τὸ συντυγχάνον ὑπάρχει. καὶ πρόδηλον δ’ ἐξ ὅλου τοῦ λόγου γέγονε, καθότι μοι δέδεικται καὶ διὰ τῆσδε τῆς πραγματείας, ἐν ᾗ περὶ τῶν τῆς ψυχῆς εἰδῶν ἐμνημόνευσα κατὰ τὴν τοῦ Πλάτωνος γνῶσιν τὸν λόγον ποιούμενος, ἓν μὲν λέγειν αὐτὸ, ὅ τί περ ἂν ὑποκείμενον ᾖ κατὰ τὴν ζήτησιν οὐσίαν ἰδίαν ἔχον, ἢ συμβεβηκός. οὐσία δὲ, ἥτις μὴ δύναται τἀναντία περὶ τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον ἅμα δρᾷν τε καὶ πάσχειν, ἀλλὰ διὰ τὸ τῆς διαιρέσεως ὄνομα, λέγεται μὲν κυρίως, ὅταν ὅλον τι
804
συνεχὲς ὂν τὰ μόρια τέμνηται. λέγεται δὲ καὶ κατὰ τὴν ἀπ’ αὐτοῦ μεταφορὰν, ὅταν εἰς διαφορὰς ἢ εἴδη συγχέωνταί τινες ἐν ταῖς τοιαύταις τομαῖς, ὡς οὐ δύνασθαι διακρῖναι τὴν τῆς οὐσίας εἰς τὰ μέρη διαίρεσιν ἀπὸ τῆς τῶν γενῶν τε καὶ διαφορῶν καὶ εἰδῶν διαιρέσεως, ἔτι δὲ μᾶλλον, ὅτε κατὰ τὸ τρίτον σημαινόμενον οἱ διαλεκτικοὶ διαίρεσιν ὀνομάζουσι τὴν τῶν φωνῶν εἰς τὰ σημαινόμενα, καὶ κατ’ ἄλλην, ὅταν τὰς φυσικὰς οὐσίας ἐξ ὕλης καὶ εἴδους ἀποίους συγκεῖσθαι λέγωσιν, ὥσπερ δή γε κᾀπειδὰν ἔκ τε τῆς ὑποκειμένης οὐσίας ἀποίου καὶ τῶν συμβεβηκότων αὐτῇ. λέγουσι γὰρ ἔνιοι φιλόσοφοι καὶ τὸ τοιοῦτον διαίρεσιν, ὥσπερ καὶ ἀνάλυσιν. οὐ μὴν τάς γε οὐσίας διαιρεῖσθαί φασιν εἰς τὰς ἐν αὐταῖς δυνάμεις, ἀλλ’ ἑκάστην ἄτμητον οὖσαν ἐνεργεῖν τι κατὰ τὰς ἐν αὐτῇ δυνάμεις. οὐδὲ γὰρ ἁπλῶς λέγουσι δύναμιν ἔχειν τινὰ τὴν οὐσίαν, ἀλλὰ προστιθέασι, ποτὲ μὲν τοῦ καίειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν, ποτὲ δὲ τοῦ φαντασιοῦσθαι, καὶ λογίζεσθαι, καὶ κινεῖν ἑαυτὴν, ἤ τι τῶν ἄλλων, ὅσα τε
805
τοιαῦτα κατὰ τὴν λογιστικὴν ψυχὴν ἐνεργοῦμεν, αὐτὴν μὲν οὖσαν μίαν, ἔχουσαν δὲ δυνάμεις πολλὰς, ἃς ἁπάσας ἐν τῇ προειρημένῃ πραγματείᾳ διῆλθον.