Ὅπως οὖν αὕτη γεννᾶται, ῥᾷστον μὲν ἦν ἡμῖν διὰ βραχέων ἀποφῄνασθαι, βούλομαι δ’ ἀπόδειξιν προσθεῖναι τῷ λόγῳ, καὶ μάλιστα ὅτι τῆς ἐνεστώσης πραγματείας οἰκειότατόν ἐστιν. ὥσπερ οὖν, ὁπότε περὶ χρείας τε καὶ δυνάμεως σπέρματος ὁ λόγος ἦν, ἀπὸ τῶν ἐναργῶς φαινομένων ἀρξάμενοι καὶ λέγοντες, ἐν ταῖς μήτραις μένειν τὸ σπέρμα, ἡνίκα κυήσειν μέλλοι τὸ ζῶον, ἐντεῦθεν συνελογισάμεθα, κατὰ τὸν αὐτὸν τρόπον, οἶμαι, καὶ νῦν ἀπὸ τῶν φαινομένων ἐν ταῖς ἀνατομαῖς ἄρξασθαι προσήκει. φαίνεται τοίνυν ἀρτηρία καὶ φλὲψ ἐφ’ ἑκάτερον ἰοῦσαι τῶν ὄρχεων, οὐκ εὐθεῖαν ὁδὸν, ὥσπερ ἐπὶ τὰ ἄλλα σύμπαντα, πολυειδῶς δὲ πρότερον ἑλισσόμεναι δίκην ἑλίκων ἢ κισσῶν. ὅθεν, οἶμαι, καὶ αὐτοῖς τοῖς ἀνατομικοῖς ἀνδράσιν
556
ἐπῆλθε, κισσοειδῆ μὲν ἐνίοις, ἑλικοειδῆ δ’ ἄλλοις ὀνομάσαι τὴν φύσιν αὐτῶν. ἐν δὲ δὴ ταῖς πολλαῖς ἕλιξι ταύταις, ἃς ποιοῦνται πρὶν ἐπὶ τοὺς ὄρχεις ἐξικέσθαι, κατὰ βραχὺ λευκαινόμενον ἔνεστί σοι θεάσασθαι τὸ αἷμα. καὶ τέλος, ἐπειδὰν ἤδη τοῦ ὄρχεως ἅπτηται τὸ ἀγγεῖον, ἡ τοῦ σπέρματος οὐσία σαφῶς ἐν αὐτῷ φαίνεται. εἰ μὲν δὴ κᾀκ τῆς τῶν ὄρχεων φύσεως ἀλλοίωσίν τινα προσλαμβάνει, καὶ ἄλλως ἀμήχανον αὐτῷ συντελεσθῆναι, παρείσθω τό γε νῦν εἶναι σκοπεῖν. ἑπώμεθα δ’, εἰ βούλει, τήν γε πρώτην Ἀριστοτέλει, καὶ ὅτι μηδὲν ἡμῖν συνεργοῦσιν εἰς σπέρματος γένεσιν οἱ ὄρχεις, ὥστε οὐ τὸ πλεῖστον, ἀλλὰ τὸ σύμπαν ἥ τε ἀρτηρία καὶ ἡ φλὲψ ἐργάζονται τῆς θορώδους ὑγρότητος. φύσις ἄρ’ ἔστιν αὐταῖς γεννητικὴ σπέρματος. ἀλλ’ ἐξ αἵματος ἐγέννησαν αὐτὸ, πολυχρονίως ἐν αὐταῖς διατρίψαντος· αὕτη γὰρ καὶ ἡ χρεία τῆς ἕλικος. ἀλλοιοῦσαι δὲ δήπου τὸ αἷμα μετέβαλον εἰς σπέρμα. τὸ δ’ ἀλλοιοῦν ἅπαν εἰς τὴν ἑαυτοῦ φύσιν ἄγει τὸ ἀλλοιούμενον· ὅπερ δὴ καὶ φαίνεται. λευκὸν γὰρ καὶ παχὺ καὶ γλίσχρον ἐστὶ τὸ
557
σπέρμα, τρέφειν ἐπιτήδειον ἀρτηρίας καὶ φλεβὸς σῶμα. φαίνεται δὲ καὶ Ἀριστοτέλης ἐν τούτοις ἡμῖν ὁμολογῶν, ἐπειδὰν φάσκῃ· Τοὐναντίον ἄρ’ οἷς οἱ ἀρχαῖοι ἔλεγον, λεκτέον· οἱ μὲν γὰρ τὸ ἀπὸ παντὸς ἀπιὸν, ἡμεῖς δὲ τὸ πρὸς ἅπαν ἰέναι πεφυκὸς σπέρμα ἐροῦμεν. τῆς δ’ αὐτῆς ἔχεται γνώμης κᾀν τῷ φάναι· Χρησίμου ἄρα περιττώματος μέρος τί ἐστι τὸ σπέρμα. χρησιμώτατον δὲ τὸ ἔσχατον, καὶ ἐξ οὗ δὴ γίνεται ἕκαστον τῶν μορίων. ὅθεν, οἶμαι, ἂν θαυμάσειέ τις ἔτι καὶ μᾶλλον αὐτοῦ κατὰ τὸ πρῶτον βιβλίον περὶ ζώων γενέσεως, ἐν μὲν τῇ προγεγραμμένῃ ῥήσει, καθ’ ἣν ἀντιλέγει τοῖς ἀρχαίοις ἑαυτοῦ, περὶ τῆς τοῦ σπέρματος οὐσίας ἀποδεικνύναι πειρωμένου, τῶν μορίων ἕκαστον ἐξ αὐτοῦ γίνεσθαι, κατωτέρω δ’, ὑπ’ αὐτοῦ μὲν οὐκ ἐξ αὐτοῦ δέ· τὸ γὰρ, ἐξ οὗ γίνεται, τὸ καταμήνιον εἶναι.
Τάχ’ ἂν οὖν φαίη τις, ἀπορώτερον ἡμῖν γεγονέναι τὸν λόγον. εἰ γὰρ οἷαί τε γεννᾷν εἰσιν αἱ ἀρτηρίαι τε καὶ αἱ φλέβες τὸ σπέρμα, διὰ τί τοῖς ἀποκοπεῖσιν
558
ἑαυτῶν μέρεσιν οὐκ ἀποφύουσιν ἕτερα ἀντ’ αὐτῶν; διττὴ δ’ ἂν εἴη καὶ ἡ πρὸς τοῦτο ἀπόκρισις· ἡ μὲν ἑτέρα, διότι φλέβας ἐθεάσαντό τινες ἤδη γεγενημένας ἐν ἕλκεσι μεγάλοις, ὥσπερ καὶ ἡμεῖς αὐτοὶ κατά τε ἄλλα τινὰ μόρια καὶ κατὰ τὴν κεφαλὴν ἱκανῶς ἀξιολόγους τε καὶ πολλάς· ἑτέρα δὲ, ἣν οὐκ ἀπόκρισιν ἴσως ἐάσει τις ὀνομάζεσθαι τῶν περὶ λέξιν ἐσπουδακότων, ἀλλὰ διέξοδον. ἐρῶ γὰρ τὴν αἰτίαν, δι’ ἣν οὔτε πολλοῖς ὤφθησαν ἐν ἕλκεσι γεννηθῆναι φλέβες, ἀλλ’ ὀλιγίστοις παντάπασιν, ἀρτηρίαν δὲ καὶ νεῦρον οὐδεὶς εἶδεν οὐδὲ κατὰ τὸ σπάνιόν τινι γεννηθέντα. ταυτὶ μὲν οὖν ὀλίγον ὕστερον ἐροῦμεν, ὡς μηδὲν λείπῃ τῷ λόγῳ. πρὸς Ἀριστοτέλη δὲ πρότερον οἷς ἔλεγον ἐπιθεῖναι βούλομαι τελευτὴν, ἀποφῃνάμενον ἀχρήστους εἰς τὴν τοῦ σπέρματος γένεσιν εἶναι τοὺς ὄρχεις. ἐξ ὧν γὰρ οὕτω γινώσκει, τῇ φλεβὶ καὶ τῇ ἀρτηρίᾳ τὴν γένεσιν αὐτοῦ παραχωρεῖ, ταῖς εἰς τοὺς ὄρχεις φερομέναις. οὐ δήπου δὲ ταύταις μὲν ὑπάρχει φύσις, ὡς γεννᾷν σπέρμα, ταῖς δ’ ἄλλαις οὐχ ὑπάρχει.
559
ἀλλ’ εἰ καὶ κατ’ ἄλλην τινὰ τοῦ ζώου χώραν ἀρτηρία καὶ φλὲψ ὁμοίως ἦσαν εἱλιγμέναι, καὶ κατ’ ἐκείνην ἂν ἐφαίνετο τοιοῦτος χυμός. εἴπερ οὖν γεννῶσι, καὶ τρέφονται πρὸς αὐτοῦ. ἀλλ’ ἡ γένεσις τοιαύτη οὐδέν ἐστιν ὅμοιον τῷ διαφορηθέντι, ἡ θρέψις δὲ μόρια γεννᾷ τῶν τρεφομένων ὅμοια τῷ διαφορηθέντι. ἀλλ’ οὐκ ἐξ ἄλλης μὲν ὕλης ἐγεννήθη μὲν τὸ ὅλον ἀγγεῖον, ἐξ ἄλλης δὲ νῦν αὐτοῦ γεννᾶται τὰ μέρη. δῆλον οὖν ὡς, εἴπερ ἐξ ὑγρότητος τρέφεται θορώδους, ἐκ τοιαύτης καὶ κατ’ ἀρχὴν ἐγίνετο. πρὸς Ἀριστοτέλη μὲν αὐτάρκης ὁ λόγος. ἀναλάβωμεν δὲ, ἅπερ ἐρεῖν ἀνεβαλλόμεθα· πρῶτον μὲν, ὡς ὀλιγάκις ὤφθη φλὲψ γεννηθεῖσα, δεύτερον δὲ, ὅτι τῶν ἄλλων οὐδὲν ὤφθη. τὸ γὰρ ἐπιτρεφόμενον ἀγγεῖον τῇ προϋπαρχούσῃ φλεβὶ, ταύτῃ γὰρ δηλονότι συνεχές ἐστιν, οὐκ ἐν ἁπάσῃ τῇ φύσει τοῦ σώματος ὕλην ἄφθονον εἰς γένεσιν ἔχει. ἂν τοίνυν οὐδὲ φθάσῃ σὰρξ ἐν κύκλῳ περιτραφῆναι τῷ στόματι τῆς ἀποκεκομμένης φλεβὸς, οὐδ’ αὖ ἐξ ὑγροῦ ποτε δαψιλοῦς ὕλης ἀπορήσῃ,
560
δυνήσεται γεννῆσαι. χρὴ τοίνυν ἅμα μὲν ἐῤῥωμενεστάτην εὑρεθῆναι τὴν ἐν ταῖς ἀποκεκομμέναις φλεψὶ δύναμιν, (αὕτη γάρ ἐστιν ἡ δημιουργοῦσα τὴν ἐπιφυομένην,) ἅμα δ’ ὕλην θορώδη τοσαύτην, ὡς μὴ φθασθῆναι πρὸς τῆς ἐπιφυομένης σαρκὸς κλεισθῆναι τὸ στόμα. σπανιώτατον δέ ἐστι συνελθεῖν εἰς ταὐτὸ ἄμφω ταῦτα. εἰ τοίνυν ἐπὶ φλεβὸς, ἁπλοῦν καὶ λεπτὸν ἐχούσης τὸν χιτῶνα, σπανίως ἡ γένεσις, οὐδὲν δήπου θαυμαστὸν ἐπ’ ἀρτηρίας, ἑξαπλάσιον ἢ κατὰ φλέβα τὸ πάχος ἐχούσης, οὐ σπάνιον, ἀλλ’ ἀδύνατον γενέσθαι, διότι καὶ ἡ τοσαύτης ὕλης παρασκευὴ ἀδύνατος. οὕτω δὲ δήπου καὶ τῶν ἄλλων ἕκαστον, οἷς ἐκ σπέρματος ἡ γένεσις, ἀπορίᾳ δαψιλοῦς ὕλης αὖθις οὐ φύεται. τοσοῦτο γὰρ οὐδαμόθι περιεχόμενον ἀθρόον σπέρμα δυνατόν ἐστιν εὑρεῖν, ὅσου δεῖται πρὸς τὴν γένεσιν ἕκαστον τῶν ἀπολομένων. ἀλλὰ καὶ χρόνῳ πλείονι συναθροίζεσθαι μέλλον φθανούσης τῆς σαρκώσεως ἴσχεται. κατὰ δὲ τὴν πρώτην ἐκ τοῦ σπέρματος γένεσιν ἀθρόον μὲν ἔτι τὸ
561
ὑγρὸν, ἐξ οὗ τῶν ἀγγείων ἡ διάπλασις, δημιουργὸς δ’ αὐτοῦ διττὸς, ἥ τ’ ἐν αὐτῷ τῷ σπέρματι δύναμις, ἥ τ’ ἐν τοῖς τῆς μήτρας ἀγγείοις, οἷς προσέπεσεν. ἐπὶ μὲν γὰρ τῶν ἑλκωμάτων ἀπορίᾳ δαψιλοῦς ὕλης, ἀργὸς ἦν ἡμῖν τοσοῦτος δημιουργός· ἐπὶ δὲ τῆς ἐν τῇ μήτρᾳ τοῦ ζώου γενέσεως ἥ τε ὕλη δαψιλὴς, καὶ σύνεστιν αὐτῷ δημιουργὸς ἕτερος, οὐ ψαύων μόνον τῆς ὕλης, ἀλλὰ καὶ δι’ ὅλης αὐτῆς διαπεφοιτηκώς. οὐδὲν οὖν θαυμαστὸν, ἐν τάχει διαπλάττεσθαι τοῖς κυουμένοις τὰ πρῶτα τῆς φύσεως ὄργανα τῇ τε τῆς ὕλης ἀφθονίᾳ τε ἅμα καὶ ἀρετῇ καὶ τῇ τῶν δημιουργούντων αὐτὰ ἐνεργείᾳ.
Ἐπεὶ δὲ καὶ περὶ τούτων ἀποδέδεικται, τὸ κατάλοιπον τῶν ἀναβληθέντων δίειμι. πρὸς μὲν γὰρ τὸν Ἀριστοτέλη ῥᾷστος ὁ λόγος ἐγένετο τοὺς ὄρχεις ἀποστερήσαντα τοῦ σπέρματος τὴν γένεσιν. εἰ γὰρ οὐκ ἐκεῖνοι γεννῶσιν αὐτὸ, πρόδηλον ὡς ἡ ἀρτηρία τε καὶ ἡ φλέψ. ἀλλ’ οὐ χρὴ τὴν Ἀριστοτέλους ἄγνοιαν ἕρμαιον ἡγησαμένους ἀναπόδεικτον καταλιπεῖν τηλικοῦτο δόγμα, ὅπως μὴ
562
καὶ τῶν ἀντιλογικῶν ἐπιτιμήσῃ τις ἡμῖν, ὡς προσποιησαμένοις μὲν ἀληθείας ἐρᾷν, ἁρπάζουσι δὲ τοὺς λόγους μᾶλλον, ἢ ἀποδεικνύουσιν. οὐ δήπου γὰρ, εἰ Ἀριστοτέλης ἠγνόησε τῶν ὄρχεων τὴν δύναμιν, ἡμᾶς χρὴ διὰ τοῦτο τοῖς ἑλικοειδέσιν ἀγγείοις ἐπιτρέπειν ἅπασαν τοῦ σπέρματος τὴν γένεσιν. κᾀγὼ φαίην ἂν πρὸς αὐτοὺς, ὡς αἰσχυνοίμην ἂν, αὐτοῖς εἰ ἐπιτρέποιμι ξύμπασαν. ἀλλὰ τοῦτο μὲν ἑτοίμως ἔλαβον Ἀριστοτέλους ἕνεκεν, ὅπως μὴ μακρὸς ὁ πρὸς αὐτόν μοι γίγνοιτο λόγος. ἥκω δ’ αὖθις ἐπὶ τοὺς οἰομένους, ἅπαν ὑπὸ τῶν ὄρχεων γεννᾶσθαι τὸ σπέρμα, καὶ πρῶτον μὲν ἐρωτῶ, τί δήποτε ἐπ’ αὐτοὺς καταφερομένοις ἐν τοῖς ἄνωθεν ἀγγείοις φαίνεται περιεχόμενον, εἴπερ μόνον τῶν ὄρχεων ἔργον ἐστίν. ὥσπερ γὰρ οὐκ ἔστιν εὑρεῖν ἐν τῇ γαστρὶ καὶ τοῖς ἐντέροις αἷμα, διότι μηδὲν ὅλως εἰς γένεσιν αὐτοῦ συντελοῦσιν, οὕτως οὐδ’ ἂν ἐν τοῖς ἀγγείοις ἦν τὸ σπέρμα μηδὲν συμπράττουσιν. ἑξῆς δὲ τῆς ἕλικος αὐτῆς αὐτὸν ἐρωτήσω τὴν χρείαν. δυνατὸν γὰρ ἦν, οἶμαι, μᾶλλον
563
εἰπεῖν, ἄμεινόν τε καὶ ῥᾷστον; εὐθὺ τῶν ὄρχεων ἰέναι τοῖς ἀγγείοις ἄνευ τῆς τοιαύτης ὕλης ἐπὶ τούτοις, εἰ νεκροὺς καὶ ἀδυνάτους ἀλλοιοῦν ὑποτίθενται τῶν ἀγγείων τοὺς χιτῶνας ὕλην πολυχρονίως ὁμιλοῦσαν. ἢ εἰ καὶ συγχωροῦσι μὲν τοῦτο, καὶ κατὰ τὴν ἑαυτῶν δὲ φύσιν ἀξιοῦσιν αὐτοὺς ποιεῖσθαι τὴν ἀλλοίωσιν, ἀλλὰ καὶ τοῦτο ἀτοπώτερον ἔτι καὶ ὅμοιον, ὡς εἰ καὶ τὸ πῦρ φαίη τις ψυχρὸν ὂν θερμαίνειν. οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ κατὰ ποιότητα μεταβολὴ καὶ ἀλλοίωσις ἢ τοῦ πάσχοντος ὁμοίωσις τῷ δρῶντι. καὶ μὴν εἰ καὶ τοῦτο συγχωροῖτο, παχὺ καὶ γλίσχρον καὶ λευκὸν ἐργάσονται τὸ ἀλλοιούμενον, ὅπερ οὐδὲν ἄλλο ἐστὶν, ἢ τοῦ σπέρματος αὐτοῖς ἀναθεῖναι τὴν γένεσιν. ταυτὶ μὲν ἡμῖν ἐνταῦθα κείσθω.