De semine

Galen

Galen, De semine, Claudii Galeni Opera Omnia, Kühn, Volume 4, 1822

Ἅπαντα γὰρ, ὅσα σαρκώδη τὴν ἰδέαν ἐστὶν, ἐξ αἵματος ἐγένετο· τὰ δ’ ὑμενώδη πάντα ἐκ σπέρματος ἐτάθη. καὶ διὰ τοῦτο τὰ μὲν ἐξ αἵματος, εἰ φθαρείη 

552
ποτὲ, γεννᾶται πάλιν ῥᾳδίως, ὡς ἂν τὴν ὕλην ἔχοντα τῆς γενέσεως ἄφθονον· ὅσα δ’ ἐκ σπέρματος, ἢ οὐδ’ ὅλως, ἢ κατὰ σπάνιον αὖθις γεννᾶται, καίτοι τήν γε ποιητικὴν αἰτίαν αὐτοῦ ἔχοντα ὁμοίως τελείοις. οὐ γὰρ δὴ καταλέλοιπέ γε ἡ φύσις τὸ ζῶον οὐδ’ ἐπιλέλησται τῶν δυνάμεων ὧν ἔχει συμφύτων. ἃς γὰρ οὐκ ἐπεκτήσατο παρά τινος, ἀλλ’ ἐκ σπέρματος εἶχεν, ἀμήχανον ἀποβαλεῖν αὐτάς. τί δή ποτ’ οὖν, εἰ ἐκτέμνει τις τοῦ σώματος ἡμῶν πιμελὴν ἢ σάρκα, γεννᾶται πάλιν ἐν τῇ χώρᾳ τῆς ἀπολομένης ἑτέρα πιμελὴ καὶ σὰρξ, ἀρτηρία δὲ, ἢ φλὲψ, ἢ νεῦρον, ἢ ὑμὴν, ἢ σύνδεσμος, ἢ τένων, ἢ χόνδρος, ἢ ὀστοῦν, ἅπαξ ἀπολόμενα, δεύτερον οὐκ ἔτι γεννᾶται; καὶ τό γε θαυμασιώτερον, ὅταν γυμνωθῇ τι τούτων, καὶ δέον σκεπάσαι καὶ εἰς οὐλὴν ἀγαγεῖν αὐτὰ, σὰρξ μὲν περιφύεται τῶν εἰρημένων ἑκάστῳ, τὸ δ’ ὅμοιον αὐτῷ τῷ γυμνωθέντι κατ’ οὐδένα τρόπον ἔτι ἐπιφύεται, οὐδ’ ἂν αὐτὰ τὰ παιώνια φάρμακα προσφέρηται. ἀλλὰ διὰ τί συμβαίνει τὸ τοιοῦτο; ἢ ὅτι ἡ τῆς μὲν σαρκὸς
553
ὕλη καὶ νῦν ἐστιν, ἐκείνων δ’ οὐδενός; ἢ τί νομίζεις; ὁ χιτὼν τῆς ἀρτηρίας ἢ τὸ τοῦ νεύρου σῶμα τὴν διοικοῦσαν αὐτὸ δύναμιν οὐκ ἔχει τοιαύτης οὐσίας ποιητικὴν, οἵαν αὐτὸ κέκτηται; καὶ μὴν, εἴπερ τι ἄλλο, καὶ τοῦτο ταῖς φύσεσιν ὑπάρχει, τὸ ποιεῖν ἑαυταῖς ὅμοια. πῶς δ’ ἂν ἄλλως ἐτρέφετο σῶμα, μὴ τῆς τοιαύτης δυνάμεως ἀεὶ παραμενούσης αὐτῇ; πάντως γὰρ ἀποῤῥεῖ τι τῆς οὐσίας ἑκάστου, καὶ διὰ τοῦτο δεῖται τοῦ θρέψοντος· ὅμοιον δ’ εἶναι χρὴ τὸ προστιθέμενον ἐκ τῆς τροφῆς τῷ διαφορηθέντι. καί σε κᾀνταῦθα τῶν σῶν ἀναμνήσω λόγων, Ἀριστότελες φίλτατε. δυοῖν γὰρ θάτερον ἀναγκαῖον, ἢ ἐν τοῖς σιτίοις ἑκάστου τῶν τρεφομένων σωμάτων ἐμφέρεσθαι μόρια, κᾄπειτα, τῶν ὁμοίων ὡς τὰ ὅμοια φοιτώντων, γίνεσθαι τὴν θρέψιν, ἢ ἀλλοιουμένης τῆς τροφῆς. ἀλλὰ τὸ μὲν πρότερον δόγμα τὸ τῶν ὁμοιομερῶν ἐξήλεγξας αὐτὸς ὡς οὐκ ἀληθές· τὸ δ’ ἕτερον, ὃ τὴν ἀλλοίωσιν πρεσβεύει, ὡς ἀληθὲς συνεστήσω. οὐ μὴν οὐδὲ, ὅτι ἐξ ἅπαντος εἰς ἅπαν ὁμοίως αἱ μεταβολαὶ γίνονται,
554
δυνατὸν εἰπεῖν. εἰς γὰρ τὸ πλησιώτερον τῇ φύσει τοῦ μεταβαλλομένου ῥᾴων ἡ μεταβολή· καὶ διὰ τοῦτο τῷ αἵματι ῥᾷστον μὲν γενέσθαι σαρκὶ, χαλεπώτερον δ’ ὑμένι, καὶ νεύρῳ, καὶ φλεβὶ, καὶ ἀρτηρίᾳ, καὶ χιτῶνι. πρῶτον μὲν οὖν ἕλκει τὰ μέλλοντα θρέψασθαι τὸν οἰκεῖον ἕκαστον ἐκ τοῦ αἵματος χυμὸν, ὡς Ἱπποκράτης ἐγίνωσκεν, ἀποδέδεικται δ’ ἡμῖν ἐν ἑτέροις ἐπὶ πλέον αὐτά τε ταῦτα, καὶ ὡς τὸ μὲν παχυτέρου δεῖται τοῦ αἵματος, τὸ δὲ λεπτοτέρου, καὶ τὸ μὲν θερμοτέρου, τὸ δὲ ψυχροτέρου, καὶ τὸ μὲν φλεγματωδεστέρου, τὸ δὲ μελαγχολικωτέρου. ἀτὰρ οὖν καὶ ἀκριβεστέρου καὶ καθαρωτέρου δεῖταί τινα, καὶ αὖθις ἕτερα μὲν καθαρωτέρου, τὰ δ’ ὀῤῥωδεστέρου, καὶ δὴ καὶ τελεωτάτου κατειργασμένου, τοῖς δ’ οὐδὲν ἐμποδίζει, κᾂν μὴ τοιοῦτο ᾖ τὸ θρέψον. μετὰ δὲ τὴν εἰς ἕκαστον μόριον ὁλκὴν τοῦ οἰκείου χυμοῦ τὸ μὲν ἑλχθὲν εἰς πολλὰ μέρη διαλυθὲν ἀτμοειδῶς προστίθεται τοῖς ἕλξασι, μεταβαλλόμενον ἐν χρόνῳ πλείονι, (δέδεικται γὰρ καὶ τοῦτο,) προσφύει δὲ
555
αὐτὸ κατὰ τὴν πολυχρόνιον μονὴν ἑαυτῷ τὸ ἕλξαν τε καὶ ὁμοιῶσαν. μὴ τοίνυν δόκει, γεγονέναι μὲν ἐξ ἀρχῆς ἕκαστον τῶν πρώτων τοῦ ζώου μορίων ἐκ σπέρματος, ἄλλην δὲ αὐτῶν εἶναι τὴν ἐσχάτην καὶ οἰκειοτάτην τροφήν.

Ὅπως οὖν αὕτη γεννᾶται, ῥᾷστον μὲν ἦν ἡμῖν διὰ βραχέων ἀποφῄνασθαι, βούλομαι δ’ ἀπόδειξιν προσθεῖναι τῷ λόγῳ, καὶ μάλιστα ὅτι τῆς ἐνεστώσης πραγματείας οἰκειότατόν ἐστιν. ὥσπερ οὖν, ὁπότε περὶ χρείας τε καὶ δυνάμεως σπέρματος ὁ λόγος ἦν, ἀπὸ τῶν ἐναργῶς φαινομένων ἀρξάμενοι καὶ λέγοντες, ἐν ταῖς μήτραις μένειν τὸ σπέρμα, ἡνίκα κυήσειν μέλλοι τὸ ζῶον, ἐντεῦθεν συνελογισάμεθα, κατὰ τὸν αὐτὸν τρόπον, οἶμαι, καὶ νῦν ἀπὸ τῶν φαινομένων ἐν ταῖς ἀνατομαῖς ἄρξασθαι προσήκει. φαίνεται τοίνυν ἀρτηρία καὶ φλὲψ ἐφ’ ἑκάτερον ἰοῦσαι τῶν ὄρχεων, οὐκ εὐθεῖαν ὁδὸν, ὥσπερ ἐπὶ τὰ ἄλλα σύμπαντα, πολυειδῶς δὲ πρότερον ἑλισσόμεναι δίκην ἑλίκων ἢ κισσῶν. ὅθεν, οἶμαι, καὶ αὐτοῖς τοῖς ἀνατομικοῖς ἀνδράσιν

556
ἐπῆλθε, κισσοειδῆ μὲν ἐνίοις, ἑλικοειδῆ δ’ ἄλλοις ὀνομάσαι τὴν φύσιν αὐτῶν. ἐν δὲ δὴ ταῖς πολλαῖς ἕλιξι ταύταις, ἃς ποιοῦνται πρὶν ἐπὶ τοὺς ὄρχεις ἐξικέσθαι, κατὰ βραχὺ λευκαινόμενον ἔνεστί σοι θεάσασθαι τὸ αἷμα. καὶ τέλος, ἐπειδὰν ἤδη τοῦ ὄρχεως ἅπτηται τὸ ἀγγεῖον, ἡ τοῦ σπέρματος οὐσία σαφῶς ἐν αὐτῷ φαίνεται. εἰ μὲν δὴ κᾀκ τῆς τῶν ὄρχεων φύσεως ἀλλοίωσίν τινα προσλαμβάνει, καὶ ἄλλως ἀμήχανον αὐτῷ συντελεσθῆναι, παρείσθω τό γε νῦν εἶναι σκοπεῖν. ἑπώμεθα δ’, εἰ βούλει, τήν γε πρώτην Ἀριστοτέλει, καὶ ὅτι μηδὲν ἡμῖν συνεργοῦσιν εἰς σπέρματος γένεσιν οἱ ὄρχεις, ὥστε οὐ τὸ πλεῖστον, ἀλλὰ τὸ σύμπαν ἥ τε ἀρτηρία καὶ ἡ φλὲψ ἐργάζονται τῆς θορώδους ὑγρότητος. φύσις ἄρ’ ἔστιν αὐταῖς γεννητικὴ σπέρματος. ἀλλ’ ἐξ αἵματος ἐγέννησαν αὐτὸ, πολυχρονίως ἐν αὐταῖς διατρίψαντος· αὕτη γὰρ καὶ ἡ χρεία τῆς ἕλικος. ἀλλοιοῦσαι δὲ δήπου τὸ αἷμα μετέβαλον εἰς σπέρμα. τὸ δ’ ἀλλοιοῦν ἅπαν εἰς τὴν ἑαυτοῦ φύσιν ἄγει τὸ ἀλλοιούμενον· ὅπερ δὴ καὶ φαίνεται. λευκὸν γὰρ καὶ παχὺ καὶ γλίσχρον ἐστὶ τὸ 
557
σπέρμα, τρέφειν ἐπιτήδειον ἀρτηρίας καὶ φλεβὸς σῶμα. φαίνεται δὲ καὶ Ἀριστοτέλης ἐν τούτοις ἡμῖν ὁμολογῶν, ἐπειδὰν φάσκῃ· Τοὐναντίον ἄρ’ οἷς οἱ ἀρχαῖοι ἔλεγον, λεκτέον· οἱ μὲν γὰρ τὸ ἀπὸ παντὸς ἀπιὸν, ἡμεῖς δὲ τὸ πρὸς ἅπαν ἰέναι πεφυκὸς σπέρμα ἐροῦμεν. τῆς δ’ αὐτῆς ἔχεται γνώμης κᾀν τῷ φάναι· Χρησίμου ἄρα περιττώματος μέρος τί ἐστι τὸ σπέρμα. χρησιμώτατον δὲ τὸ ἔσχατον, καὶ ἐξ οὗ δὴ γίνεται ἕκαστον τῶν μορίων. ὅθεν, οἶμαι, ἂν θαυμάσειέ τις ἔτι καὶ μᾶλλον αὐτοῦ κατὰ τὸ πρῶτον βιβλίον περὶ ζώων γενέσεως, ἐν μὲν τῇ προγεγραμμένῃ ῥήσει, καθ’ ἣν ἀντιλέγει τοῖς ἀρχαίοις ἑαυτοῦ, περὶ τῆς τοῦ σπέρματος οὐσίας ἀποδεικνύναι πειρωμένου, τῶν μορίων ἕκαστον ἐξ αὐτοῦ γίνεσθαι, κατωτέρω δ’, ὑπ’ αὐτοῦ μὲν οὐκ ἐξ αὐτοῦ δέ· τὸ γὰρ, ἐξ οὗ γίνεται, τὸ καταμήνιον εἶναι.