Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἀπελύσαμεν Στησίχορον, ὦ Ἱμεραῖοι, παρέντες αὐτῷ τῶν πεπολιτευμένων πρὸς ἡμᾶς τὰς αἰτίας, οὐ δι’ ὑμᾶς ἀξιοῦντας, ὡς ὑμῶν γε ἕνεκα κἂν ἀπωλώλει πολλάκις οὐχ ἅπαξ, ἀλλὰ ταῖς θεαῖς αὐτὸν ἀφήκαμεν, αἷς ἐστὶ κατάσχετος, καὶ ὅσοι ἔχουσι τὴν Ἱμερίδα γῆν θεοί τε καὶ ἥρωες· οὐδὲν γὰρ ἔχω ἐκείνοις ἐγκαλεῖν, εἰ καὶ ὑμῖν πάνυ πολλά. καὶ αὐτοὶ δὲ ὑμεῖς ἴστε, οἷα ἐπεχείρησε ποιῆσαι κακά. ἀλλ’ ᾐδέσθην ἱερὸν ἄνδρα καὶ κατὰ σοφίαν εὐκλεᾶ καὶ ταῖς Μούσαις ὡς ἀληθῶς καταπεπιστευμένον συγκατατάξαι τῷ πόρνῳ καὶ βδελυρῷ Κόνωνι καὶ βιάσασθαι ἀποθανεῖν, ὡς εἴθε γε καὶ τὴν μοῖραν ἐπέχειν τῶν τοιούτων ἐνῆν. καὶ ὑμῖν δὲ ἐπισκήπτω λιπαρῶς ὡς οἷόν τε, ὦ Ἱμεραῖοι, μὴ κατασύρειν αὐτόν εἰς ἐκμελῆ ἐσχάτων αὐτοῦ πολιτευμάτων.