Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Μήτε σὺ μήτ’ ἄλλος ἀνθρώπων μηδεὶς ἐμὲ καταδείσειν λόγοις οἰέσθω, κἂν μηδὲν εἴπω, ἀλλὰ μηδ’ ἔργοις ἐλπιζέτω· πολέμων γὰρ ἔμπειρος ὢν καὶ οὔτ’ ἐπ’ ἀδίκοις οὔτε παρὰ δύναμιν θρασυνόμενος, καὶ

τοὺς καιροὺς ῥοπὰς ἀγχιστρόφους καὶ ἑτεροκλινεῖς εἰδὼς ἔχοντας, ἔτι δὲ τὰς τύχας ἀβεβαίους εἰπεῖν μᾶλλον ἱκανώτερος πεφυκὼς ἢ ἀκοῦσαι, θαρρῶ μὲν ἐπ’ ἐμαυτῷ ὅσον οὐδεὶς τῶν ὄντων, πιστεύω δὲ τῷ δαίμονι πρὸς μηδένα τῶν ἀδικησάντων ἔλαττον σχήσειν. ἔχω γὰρ παρ’ αὐτοῦ πίστιν ἰσχυρὰν τὸ πάντας ἐφ’ ἡμῖν ποιῆσαι τοὺς ἐπιβουλεύοντας.

Ἀκούω σε καὶ εἰς Ἀλούντιον παρεληλυθέναι καὶ εἰς Ἄλαισαν καὶ χρήματα ἀγείρειν καὶ στρατιώτας παραλαμβάνειν πέμποντα κατὰ τὰς πόλεις, καὶ ταῦτα συντάττειν ἐφ’ ἡμᾶς. οὐκ ἄρ’, ὦ Στησίχορε, παύσῃ τῆς ἀκρασίας τοῦ πολιτεύεσθαι τηλικοῦτος ὤν; οὐδὲ αἰσχύνῃ τὰς θεάς, ὧν ζηλωτὴς μὲν εἶναι καλλωπίζῃ, λυμαίνῃ δ’ αὐτὰς ἐν οἷς πολιτεύῃ πρὸς ἄνδρας ἀμείνους; οὐδ’ ἐλεεῖς τοὺς παῖδας οὐ πολὺ ἀποδέοντας ἄνδρας εἶναι ἤδη, ἀλλὰ προπετὴς εἶ ἀκμήν, μέλλων αὐτοῖς ἐχθρὸν ἐπιτειχίσειν οὕτω βαρύν, ὃς αὐτοὺς ἐκτρίψει πίτυος δίκην; καὶ τοὺς μὲν τῶν Ἀχαιῶν νόστους πυνθάνομαί σε συγγράφειν καί τισι τῶν ἡρώων ἐκείνων ἀβουλίαν ἐπιτιμᾶν ἱκανῶς· ὅπως δ’ αὐτὸς ἀπονοστήσεις ἀπαθὴς ἐξ Ἀλαίσης εἰς Ἱμέραν οὐδὲν φροντίζεις. ἀλλ’ εὖ ἴσθι, ὅτι μένουσί σε καὶ Καφηρίδες πέτραι καὶ Πλαγκταὶ καὶ Χάρυβδις [καὶ ὁ ναύπλιος στόλος], καὶ οὐκ ἂν ἐκφύγοις ὅλως τὰς ἐμὰς χεῖρας, οὐδ’ ἂν εἰ θεῶν σέ τις καθ’ ὑμᾶς τοὺς ποιητὰς ἀιστώσειεν.