Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Οὐκ ἠγνόουν, ὅτι πέμψαντός μου τοῖς παρ’ ὑμῖν θεοῖς ἀναθήματα, τρίποδάς τε Δελφικοὺς καὶ στεφάνους χρυσοῦς καὶ ἄλλα πολλὰ καὶ πολυτελῆ χαριστήρια τῆς σωτηρίας, δυοῖν θάτερον ποιήσετε, ἢ τοῖς
θεοῖς εὐσεβοῦντες ἀναθήσετε, ἢ τούτους ἀποστερήσαντες αὐτοὶ διανεμεῖσθε, ὅπερ δὴ καὶ δεδράκατε. προσποιησάμενοι γὰρ ἐμοὶ λοιδορεῖσθαι, ὡς τῶν ἀναθημάτων διὰ τὸν κτησάμενον οὐ καθαρῶν ὄντων, τοὺς θεοὺς ἱεροσυλήκατε. τί γὰρ διαφέρει τὰ καθωσιωμένα περισπάσαντας ἀπενεγκεῖν ἢ τὰ κατωνομασμένα τοῖς θεοῖς; ἐκείνων γὰρ ἀμφότερα ἦν καὶ οὐ τῶν πεπομφότων.(2) ἡ μὲν οὖν παρ’ ἐμοῦ χάρις εἰς τοὺς θεοὺς καὶ ἡ παρ’ ὑμῶν ἀσέβεια παντελής ἐστι· καὶ γὰρ ἐμὲ τὸν δεδωκότα καὶ τοὺς ἁρπάσαντας ὑμᾶς ἴσασιν. ἀρκεῖ δέ μοι τοὺς τὰ τῶν θεῶν λαβόντας ἐναγεῖς ὑμᾶς ὁρᾶν γεγονότας τῇ τῶν ἱεροσυληθέντων ὀργῇ· σὺν γὰρ τοῖς ἄλλοις, δι’ ὧν αὐτὰ κέρδος ἡγήσασθε, προσωμολογήκατε μηδὲν εἶναι μυσαρὸν τῶν ἀπεσταλμένων εἰ μὴ τὰ αὐτὰ κειμήλια διττὰς ἔχει τύχας, ἂν μὲν ὑμεῖς αὐτὰ διανέμησθε, τὰς ἀμείνους, ἂν δὲ τοῖς θεοῖς κομισθῇ, τὰς χείρους.